Thesauros Literature satire Θεῶν Διάλογοι

Θεῶν Διάλογοι

Θεῶν Διάλογοι Lucian of Samosata

Book 11

1 Ἑώρακας, ὦ Ἄπολλον, τὸ τῆς Μαίας βρέφος τὸ ἄρτι τεχθέν, ὡς καλόν τέ ἐστι καὶ προσγελᾷ προσμειδιᾷ β. πᾶσι καὶ δηλοῖ ἤδη μέγα τι ἀγαθὸν ἀποβησόμενον;
1 Ἐκεῖνο τὸ βρέφος, ὦ Ἥφαιστε, ἦ μέγα ἀγαθόν, ὃ τοῦ Ἰαπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ πανουργίᾳ;
1 Καὶ τί καὶ τίνα γ. ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν;
1 Ἐρώτα τὸν Ποσειδῶνα, οὗ τὴν τρίαιναν ἔκλεψεν, ἢ τὸν Ἄρη· καὶ τούτου γὰρ ἐξείλκυσε λαθὸν ἐκ τοῦ κολεοῦ τὸ ξίφος, ἵνα μὴ ἐμαυτὸν λέγω, ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν.
2 Τὸ νεογνὸν ταῦτα, ὃ μόλις ἕστηκε, μόγις ἐκινεῖτο γ. τὸ ἐν τοῖς σπαργάνοις;
2 Εἴσῃ, ὦ Ἥφαιστε, ἤν ἢν β: εἰ γ. σοι προσέλθῃ μόνον.
2 Καὶ μὴν προσῆλθεν ἤδη.
2 Τί οὖν; πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν διόλωλεν γ. αὐτῶν;
2 Πάντα, ὦ Ἄπολλον.
2 Ὅμως ἐπίσκεψαι ἀκριβῶς.
2 Μὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ.
2 Ἀλλ' ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοῦ βρέφους.
2 Οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκμελετήσας τὴν κλεπτικήν;
3 Οὐ γὰρ ἤκουσας αὐτοῦ καὶ λαλοῦντος ἤδη στωμύλα καὶ ἐπίτροχα· ὁ δὲ καὶ διακονεῖσθαι ἡμῖν ἐθέλει. χθὲς δὲ προκαλεσάμενος προσκαλεσάμενος γ. τὸν Ἔρωτα κατεπάλαισεν εὐθὺς οὐκ οἶδ᾽. ὅπως ὑφελὼν ὑφέλκων γ. τὼ πόδε· εἶτα μεταξὺ ἐπαινούμενος τῆς Ἀφροδίτης μὲν τὸν κεστὸν ἔκλεψε προσπτυξαμένης αὐτὸν ἐπὶ τῇ νίκῃ, τοῦ Διὸς δὲ γελῶντος ἔτι ἔτι β: ἦλθεν ἐπὶ γ. τὸ σκῆπτρον· εἰ δὲ μὴ βαρύτερος ὁ κεραυνὸς ἦν καὶ πολὺ τὸ πῦρ εἶχε, κἀκεῖνον ἂν ὑφείλετο.
3 Ὑπέρδριμύν ὑπέρδριμύν γ: γοργόν β τινα τὸν παῖδα φῄς.
3 Οὐ μόνον, ἀλλ’ ἤδη καὶ μουσικόν.
3 Τῷ τοῦτο τεκμαίρεσθαι ἔχεις;
4 Χελώνην που νεκρὰν χελώνης που νεκρὸν γ. εὑρὼν ὄργανον ἀπ' αὐτῆς συνεπήξατο· πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας, ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδιον μαγάδα β. ὑποθεὶς καὶ ἐντεινάμενος ἑπτὰ χορδὰς μελῳδεῖ πάνυ γλαφυρόν, ὦ Ἥφαιστε, καὶ ἐναρμόνιον, ὡς κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν ἀσκοῦντα. ἀκούσαντα γ. ἔλεγε δὲ ἡ Μαῖα, ὡς μηδὲ μένοι τὰς νύκτας ἐν τῷ οὐρανῷ, ἀλλ’ ὑπὸ περιεργίας ἄχρι τοῦ ᾄδου κατίοι, κλέψων τι κἀκεῖθεν δηλαδή. ὑπόπτερος δ’ ἐστὶ καὶ ῥάβδον τινὰ πεποίηται θαυμασίαν τὴν δύναμιν, ᾗ ψυχαγωγεῖ καὶ κατάγει τοὺς νεκρούς.
4 Ἐγὼ ἐκείνην ἔδωκα αὐτῷ παίγνιον εἶναι.
1 / 2 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme