Book 11
1
Ἑταίραν δέ τις δὲ τίς Meiser. παραλαβὼν πέντε δραχμὰς τὸ μίσθωμα δοὺς καθεύδει ἀποστραφεὶς δακρύων καὶ στένων; ἀλλ’ οὔτε πέπωκας ἡδέως, οἶμαι, οὔτε δειπνῆσαι μόνος ἠθέλησας· ἔκλαες γὰρ καὶ παρὰ τὸ δεῖπνον, ἑώρων γάρ· καὶ νῦν δὲ οὐ διαλέλοιπας ἀναλύζων ἀνολολύζων β. ὥσπερ βρέφος. ταῦτα οὖν, ὦ Χαρμίδη, τίνος ἕνεκα ποιεῖς; μὴ ἀποκρύψῃ με, ὡς ἂν καὶ τοῦτο ἀπολαύσω τῆς νυκτὸς ἀγρυπνήσασα μετὰ σοῦ.
1
Ἔρως με ἀπόλλυσιν, ὦ Τρύφαινα, καὶ οὐκέτ' ἀντέχω πρὸς τὸ δεινόν.
1
Ἀλλ' ὅτι μὲν οὐκ ἐμοῦ ἐρᾷς, δῆλον· οὐ γὰρ ἂν ἔχων με ἠμέλεις καὶ ἀπωθοῦ περιπλέκεσθαι θέλουσαν καὶ τέλος διετείχιζες τὸ μεταξὺ ἡμῶν τῷ ἱματίῳ δεδιὼς μὴ ψαύσαιμί σου. τίς δὲ ὅμως ἐκείνη ἐστίν, εἰπέ·
1
τάχα γὰρ ἄν τι καὶ συντελέσαιμι πρὸς τὸν ἔρωτα, οἶδα γὰρ ὡς χρὴ τὰ τοιαῦτα διακονεῖσθαι.
1
Καὶ μὴν οἶσθα καὶ πάνυ ἀκριβῶς αὐτὴν κἀκείνη σέ· οὐ γὰρ ἀφανὴς ἑταίρα ἐστίν.
2
Εἰπὲ τοὔνομα, ὦ Χαρμίδη.
2
Φιλημάτιον, ὦ Τρύφαινα.
2
Ὁποτέραν λέγεις; δύο γάρ εἰσι· τὴν ἐκ Πειραιῶς, τὴν ἄρτι διακεκορευμένην, ἧς ἐρᾷ Δαμύλος Δαμύλος Mras: Δάμυλος rec.: Δάμιλος X: Δάμυλλος cett.: ὁ τοῦ νῦν στρατηγοῦντος υἱός, ἢ τὴν ἑτέραν, ἣν Παγίδα ἐπικαλοῦσιν;
2
Ἐκείνην, καὶ ἑάλωκα ὁ κακοδαίμων καὶ συνείλημμαι πρὸς αὐτῆς.
2
Οὐκοῦν δι’ ἐκείνην ἔκλαες;
2
Καὶ μάλα.
2
Πολὺς δὲ χρόνος ἔστι σοι ἐρῶντι ἢ νεοτελής τις εἶ;
2
Οὐ νεοτελής, ἀλλὰ μῆνες ἑπτὰ σχεδὸν ἀπὸ Διονυσίων, ὅτε πρώτως εἶδον αὐτην.
2
Εἶδες δὲ ὅλην ἀκριβῶς, ἢ τὸ πρόσωπον μόνον καὶ ὅσα τοῦ σώματος φανερὰ ἃ del. Rothstein. [ἃ] εἶδες Φιληματίου, καὶ ὡς χρῆν γυναῖκα πέντε καὶ τετταράκοντα ἔτη γεγονυῖαν ἤδη;
2
Καὶ μὴν ἐπόμνυται δύο καὶ εἴκοσιν ἐς τὸν ἐσόμενον Ἐλαφηβολιῶνα τελέσειν.
3
Σὺ δὲ ποτέροις πιστεύσειας ἄν, τοῖς ἐκείνης ὅρκοις ἢ τοῖς σεαυτοῦ ὀφθαλμοῖς; ἐπίσκεψαι γὰρ ἀκριβῶς ὑποβλέψας ποτὲ τοὺς κροτάφους αὐτῆς, ἔνθα μόνον τὰς αὐτῆς τρίχας ἔχει· τὰ δὲ ἄλλα φενάκη βαθεῖα. παρὰ δὲ τοὺς κροτάφους ὁπόταν ἀσθενήσῃ τὸ φάρμακον, ᾧ βάπτεται, ὑπολευκαίνεται τὰ πολλά. καίτοι τί τοῦτο; βίασαί ποτε καὶ γυμνὴν αὐτὴν ἰδεῖν.
3
Οὐδεπώποτέ μοι πρὸς τοῦτο ἐνέδωκεν.