Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

Book 13

5 Οὐκ ἔδει γὰρ συνεπιψεύδεσθαί σοι ὁρῶντα τὴν αἰτίαν τῆς ἀλαζονείας; σὺ δὲ πολὺ φοβερώτερον φοβερώτερον recc.: φοβερὸν βγ. αὐτὸ ἐποίησας. ἔστω γάρ, ἀπέτεμες τοῦ κακοδαίμονος Παφλαγόνος τὴν κεφαλήν, τί καὶ κατέπηξας αὐτὴν ἐπὶ τῆς σαρίσης, ὥστε σου καταρρεῖν τὸ αἷμα;
6 Τοῦτο μιαρὸν ὡς ἀληθῶς, ὦ Χηνίδα, ἐπεὶ τά γε ἄλλα οὐ κακῶς συνεπέπλαστο. ἄπιθι δ’ οὖν καὶ πεῖσον αὐτὴν συγκαθευδήσουσαν.
6 Λέγω οὖν ὡς ἐψεύσω ἅπαντα γενναῖος αὐτῇ δόξαι βουλόμενος;
6 Αἰσχρόν, ὦ Χηνίδα.
6 Καὶ μὴν οὐκ ἄλλως ἀφίκοιτο. ἑλοῦ τοίνυν θάτερον ἢ μισεῖσθαι ἀριστεὺς εἶναι δοκῶν ἢ καθεύδειν μετὰ Ὑμνίδος ἐψεῦσθαι ὁμολογῶν.
6 Χαλεπὰ μὲν ἄμφω· αἱροῦμαι δ’ ὅμως τὴν Ὑμνίδα. ἄπιθι οὖν καὶ λέγε, ὦ Χηνίδα, ἐψεῦσθαι μέν, μὴ πάντα δέ.
← Previous 3 / 3

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme