Book 15
3
ταῦτʼ ἐστὶν ἀπολαῦσαι τῶν στρατιωτικῶν τούτων ἐρώτων, πληγὰς καὶ δίκας· τὰ δὲ ἄλλα ἡγεμόνες εἶναι καὶ χιλίαρχοι λέγοντες, ἤν τι δοῦναι δέῃ, Περίμεινον, φασί, τὴν σύνταξιν, ὁπόταν απολάβω τὴν μισθοφοράν, καὶ ποιήσω πάντα. ἐπιτριβεῖεν δʼ οὖν ἀλαζόνες ὄντες· ἔγω γʼ οὖν εὖ ποιῶ μὴ προσιεμένη αὐτοὺς τὸ παράπαν. ἁλιεύς τις ἐμοὶ γένοιτο ἢ ναύτης ἢ γεωργὸς ἰσότιμος κολακεύειν εἰδὼς μικρὰ καὶ κομίζων πολλά, οἱ δὲ τοὺς λόφους ἐπισείοντες οὗτοι καὶ τὰς μάχας διηγούμενοι, ψόφοι, ὦ Παρθενί.