Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

Book 15

3 Ταῦτ' ἐστὶν ἀπολαῦσαι τῶν στρατιωτικῶν τούτων ἐραστῶν, πληγὰς καὶ δίκας· τὰ δὲ ἄλλα ἡγεμόνες εἶναι καὶ χιλίαρχοι λέγοντες, ἤν τι δοῦναι δέῃ, Περίμεινον, φασί, τὴν σύνταξιν, ὁπόταν ἀπολάβω τὴν μισθοφοράν, καὶ ποιήσω πάντα. ἐπιτριβεῖεν δ’ οὖν ἀλαζόνες ὄντες· ἔγωγ' οὖν εὖ ποιῶ μὴ προσιεμένη αὐτοὺς τὸ παράπαν. ἁλιεύς τις ἐμοὶ γένοιτο ἢ ναύτης ἢ γεωργὸς ἰσότιμος κολακεύειν εἰδὼς μικρὰ καὶ κομίζων πολλά, οἱ δὲ τοὺς λόφους ἐπισείοντες οὗτοι καὶ τὰς μάχας διηγούμενοι, ψόφοι, ὦ Παρθενί.
← Previous 2 / 2

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme