Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

Book 3

3 Φιλοτιμότερον μέν, ὦ θύγατερ· οὐδὲ φροντίζειν γὰρ ἐχρῆν· λέγε δ’ ὅμως τὰ μετὰ ταῦτα.
3 Οἱ μὲν οὖν ἄλλοι ἐπῄνουν, ὁ Δίφιλος δὲ μόνος ὕπτιον καταβαλὼν ἑαυτὸν ἐς τὴν ὀροφὴν ἀνέβλεπεν, ἄχρις δὴ καμοῦσα ἐπαυσάμην.
3 Τὸ φιλῆσαι δὲ τὸν Λαμπρίαν ἀληθὲς ἦν καὶ τὸ μεταβᾶσαν περιπλέκεσθαι αὐτῷ; τί σιγᾷς; οὐκέτι γὰρ ταῦτα συγγνώμης ἄξια.
3 Ἀντιλυπεῖν ἐβουλόμην αὐτόν.
3 Εἶτα οὐδὲ συνεκάθευδες, ἀλλὰ καὶ ᾖδες ἐκείνου δακρύοντος; οὐκ αἰσθάνῃ, ὦ θύγατερ, ὅτι πτωχαί ἐσμεν, οὐδὲ μέμνησαι ὅσα παρ' αὐτοῦ ἐλάβομεν ἢ οἷον δὴ τὸν πέρυσι χειμῶνα διηγάγομεν ἄν, εἰ μὴ τοῦτον ἡμῖν ἡ Ἀφροδίτη ἔπεμψε;
3 Τί οὖν; ἀνέχωμαι διὰ τοῦτο ὑβριζομένη ὑπ' αὐτοῦ;
3 Ὀργίζου μέν, μὴ ἀνθύβριζε δέ. οὐκ οἶσθα ὅτι ὑβριζόμενοι παύονται οἱ ἐρῶντες καὶ ἐπιτιμῶσιν ἑαυτοῖς; σὺ δὲ πάνυ χαλεπὴ ἀεὶ ἀεὶ om. β. τῷ ἀνθρώπῳ γεγένησαι, καὶ ὅρα μὴ κατὰ τὴν παροιμίαν ἀπορρήξωμεν πάνυ τείνουσαι τὸ καλῴδιον.
← Previous 2 / 2

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme