Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

Book 4

1 εἴ τινα οἶσθα, Βακχί, γραῦν, οἷαι πολλαὶ Θετταλαὶ λέγονται ἐπᾴδουσαι καὶ ἐρασμίους ποιοῦσαι, εἰ καὶ πάνυ μισουμένη γυνὴ τυγχάνοι, οὕτως ὄναιο, παραλαβοῦσα ἧκέ μοι· θαἰμάτια γὰρ καὶ τὰ χρυσία ταῦτα προείμην ἡδέως, εἰ μόνον ἴδοιμι ἐπʼ ἐμὲ αὖθις ἀναστρέψαντα Χαρῖνον μισήσαντα τὴν Σιμίχην ὡς νῦν ἐμέ.
1 τί φής; οὐκέτι σύνεστιν — ἀλλὰ παρὰ τὴν Σιμίχην, ὦ Μέλιττα, οἴχεται Χαρῖνος — διʼ ἣν τοσαύτας ὀργὰς τῶν γονέων ἠνέσχετο οὐ βουληθεὶς τὴν πλουσίαν ἐκείνην γῆμαι πέντε προικὸς τάλαντα, ὡς ἔλεγον, ἐπιφερομένην; μέμνημαι γὰρ ταῦτά σου ἀκούσασα.
1 ἅπαντα ἐκεῖνα οἴχεται, ὦ Βακχί, καὶ πέμπτην ταύτην ἡμέραν οὐδʼ ἑώρακα ὅλως αὐτόν, ἀλλὰ πίνουσι παρὰ τῷ συνεφήβῳ Παμμένει αὐτός τε καὶ Σιμίχη.
2 δεινά, ὦ Μέλιττα, πέπονθας. ἀλλὰ τι καὶ ὑμᾶς διέστησεν; ἔοικε γὰρ οὐ μικρὸν τοῦτʼ εἶναι.
2 τὸ μὲν ὅλον οὐδὲ εἰπεῖν ἔχω· πρῴην δὲ ἀνελθὼν ἐκ Πειραιῶς — κατεληλύθει γὰρ, οἶμαι, χρέος τι άπαιτήσων πέμψαντος τοῦ πατρός — οὔτε με προσέβλεψεν ἐσελθὼν οὔτε προσήκατο ὡς ἔθος προσδραμοῦσαν, ἀποσεισάμενος δὲ περιπλακῆναι θέλουσαν, Ἄπιθι, φησί, πρὸς τὸν ναύκληρον Ἑρμότιμον ἢ τὰ ἐπὶ τῶν τοίχων γεγραμμένα ἐν τῷ Κεραμεικῷ ἀνάγνωθι, ὅπου κατεστηλίτευται ὑμῶν τὰ ὀνόματα. τίνα Ἑρμότιμον, τίνα, ἔφην, ἢ ποίαν στήλην λέγεις; ὁ δὲ οὐδὲν ἀποκρινάμενος οὐδὲ δειπνήσας ἐκάθευδεν ἀποστραφείς. πόσα οἴει ἐπὶ τούτῳ μεμηχανῆσθαί με περιλαμβάνουσαν ἐπισιρέφουσαν φιλοῦσαν ἀπεστραμμένου τὸ μετάφρενον; ὁ δʼ οὐδʼ ὁπωστιοῦν ὑπεμαλάχθη, ἀλλʼ εἴ μοι, φησίν, ἐπὶ πλέον ἐνοχλήσειας, ἄπειμι ἤδη, εἰ καὶ μέσαι νύκτες εἰσίν.
3 ὅμως ᾔδεις τὸν Ἑρμότιμον;
3 ἀλλά με ἴδοις, ὦ Βακχί, ἀθλιώτερον διάγουσαν ἢ νῦν ἔχω, εἴ τινα ἐγὼ ναύκληρον Ἑρμότιμον οἶδα. πλὴν ἀλλʼ ὁ μὲν ἕωθεν ἀπεληλύθει τοῦ ἀλεκτρυόνος εὐθὺς ᾅσαντος ἀνεγρόμενος, ἐγὼ δὲ ἐμεμνήμην ὅτι κατὰ τοίχου τινὸς ἔλεγε καταγεγράφθαι τοὔνομα ἐν Κεραμεικῷ· ἔπεμψα οὖν Ἀκίδα κατασκεψομένην· ἡ δʼ ἄλλο μὲν οὐδὲν εὗρε, τοῦτο δὲ μόνον ἐπιγεγραμμένον ἐσιόντων ἐπὶ τὰ δεξιὰ πρὸς τῷ Διπύλῳ, Μέλιττα φιλεῖ Ἑρμότιμον, καὶ μικρὸν αὖθις ὑποκάτω, Ὁ ναύκληρος Ἑρμότιμος φιλεῖ Μέλιτταν.
1 / 2 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme