Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

Book 4

1 Εἴ τινα οἶσθα, Βακχί, γραῦν, οἷαι πολλαὶ Θετταλαὶ λέγονται ἐπᾴδουσαι καὶ ἐρασμίους ποιοῦσαι, εἰ καὶ πάνυ μισουμένη γυνὴ τυγχάνοι, οὕτως ὄναιο, παραλαβοῦσα ἧκέ μοι· θαἰμάτια θαἰμάτια Mras. conf. Aristophanem: θοἰμάτια codd.. γὰρ καὶ τὰ χρυσία ταῦτα προείμην ἡδέως, εἰ μόνον ἴδοιμι ἐπ' ἐμὲ αὖθις ἀναστρέψαντα Χαρῖνον μισήσαντα Σιμίχην ὡς νῦν ἐμέ.
1 Τί φῄς; οὐκέτι σύνεστε—ἀλλὰ παρὰ τὴν Σιμίχην, ὦ Μέλιττα, καταλιπὼν οἴχεται Χαρῖνος—δι’ ἣν τοσαύτας ὀργὰς τῶν γονέων ἠνέσχετο οὐ βουληθεὶς τὴν πλουσίαν ἐκείνην γῆμαι πέντε προικὸς τάλαντα, ὡς ἔλεγον, ἐπιφερομένην; πέπυσμαι πέπυσμαι corrector in cod. rec., Mras: πέπεισμαι γβ. γὰρ ταῦτά σου ἀκούσασα.
1 Ἅπαντα ἐκεῖνα οἴχεται, ὦ Βακχί, καὶ πέμπτην ταύτην ἡμέραν οὐδ’ ἑώρακα ὅλως αὐτόν, ἀλλὰ πίνουσι παρὰ τῷ συνεφήβῳ Παμμένει αὐτός τε καὶ Σιμίχη.
2 Δεινά, ὦ Μέλιττα, πέπονθας. ἀλλὰ τί καὶ ὑμᾶς διέστησεν; ἔοικε γὰρ οὐ μικρὸν τοῦτ' εἶναι.
2 Τὸ μὲν ὅλον οὐδὲ εἰπεῖν ἔχω· πρῴην δὲ ἀνελθὼν ἐκ Πειραιῶς—κατεληλύθει γάρ, οἶμαι, χρέος ἀπαιτήσων πέμψαντος τοῦ πατρός—οὔτε προσέβλεψεν ἐσελθὼν οὔτε προσήκατο ὡς ἔθος προσδραμοῦσαν, ἀποσεισάμενος δὲ περιπλακῆναι θέλουσαν, Ἄπιθι, φησί, πρὸς τὸν ναύκληρον Ἑρμότιμον ἢ τὰ ἐπὶ τῶν τοίχων γεγραμμένα ἐν Κεραμεικῷ ἀνάγνωθι, ὅπου κατεστηλίτευται ὑμῶν τὰ ὀνόματα. Τίνα Ἑρμότιμον, τίνα, ἔφην, ἢ ποίαν στήλην λέγεις; ὁ δὲ οὐδὲν ἀποκρινάμενος οὐδὲ δειπνήσας ἐκάθευδεν ἀποστραφείς. πόσα οἴει ἐπὶ τούτῳ μεμηχανῆσθαί με περιλαμβάνουσαν, ἐπιστρέφουσαν, φιλοῦσαν ἀπεστραμμένου τὸ μετάφρενον; ὁ δ’ οὐδ’ ὁπωστιοῦν ὑπεμαλάχθη, ἀλλ’ Εἴ μοι, φησίν, ἐπὶ πλέον ἐνοχλήσεις, ὀχλήσειας γ. ἄπειμι ἤδη, εἰ καὶ μέσαι νύκτες εἰσίν.
3 Ὅμως ᾔδεις τὸν Ἑρμότιμον;
1 / 3 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme