Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

Book 5

1 καινὰ περὶ σοῦ ἀκούομεν, ὦ Λέαινα, τὴν Λεσβίαν Μέγιλλαν τὴν πλουσίαν ἐρᾶν σου ὥσπερ ἄνδρα καὶ συνεῖναι ὑμᾶς οὐκ οἶδʼ ὅ τι ποιούσας μετʼ ἀλλήλων. τί τοῦτο; ἠρυθρίασας; ἀλλʼ εἰπὲ εἰ ἀληθῆ ταῦτά ἐστιν.
1 ἀληθῆ, ὦ Κλωνάριον· αἰσχύνομαι δέ, ἀλλόκοτον γάρ τί ἐστι.
1 πρὸς τῆς κουροτρόφου τί τὸ πρᾶγμα, ἢ τί βούλεται ἡ γυνή; τί δὲ καὶ πράττετε, ὅταν συνῆτε; ὁρᾷς; οὐ φιλεῖς με· οὐ γὰρ ἂν ἀπεκρύπτου τὰ τοιαῦτα.
1 φιλῶ μέν σε, εἰ καί τινα ἄλλην. ἡ γυνὴ δὲ δεινῶς ἀνδρική ἐστιν.
2 οὐ μανθάνω ὅ τι καὶ λέγεις, εἰ μή τις ἑταιρίστρια τυγχάνει οὖσα· τοιαύτας γάρ ἐν Λέσβῳ λέγουσι γυναῖκας ἀρρενωπούς, ὑπʼ ἀνδρῶν μὲν οὐκ ἐθελούσας αὐτὸ πάσχειν, γυναιξὶ δὲ αὐτὰς πλησιαζούσας ὥσπερ ἄνδρας.
2 τοιοῦτόν τι.
2 οὐκοῦν, ὦ Λέαινα, τοῦτο αὐτὸ καὶ διήγησαι, ὅπως μὲν ἐπείρα τὸ πρῶτον, ὅπως δὲ καὶ σὺ συνεπείσθης καὶ τὰ μετὰ ταῦτα.
2 πότον τινὰ συγκροτοῦσαι αὐτ1ή τε καὶ Δημώνασσα ἡ Κορινθία, πλουτοῦσα δὲ καὶ αὐτὴ καὶ ὁμότεχνος οὖσα τῇ Μεγίλλῃ, παρέλαβον κἀμὲ κιθαρίζειν αὐταῖς· ἐπεὶ δὲ ἐκιθάρισα καὶ ἀωρὶ ἦν καὶ ἔδει καθεύδειν, αἱ δὲ ἐμέθυον, Ἄγε δή, ἔφη, ὦ Λέαινα, ἡ Μέγιλλα, κοιμᾶσθαι γὰρ ἤδη καλόν, ἐνταῦθα κάθευδε μεθʼ ἡμῶν μέση ἀμφοτέρων.
2 ἐκάθευδες; τὸ μετὰ τοῦτο τί ἐγένετο;
1 / 3 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme