Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

Book 6

1 Ὦ Κόριννα, ὡς μὲν οὐ πάνυ δεινὸν ἦν, ὃ ἐνόμιζες, τὸ γυναῖκα γενέσθαι ἐκ παρθένου, μεμάθηκας ἤδη, μετὰ μειρακίου μὲν ὡραίου γενομένη, μνᾶν δὲ τὸ πρῶτον μίσθωμα κομισαμένη, ἐξ ἧς ὅρμον αὐτίκα ὠνήσομαί σοι.
1 Ναί, μαννάριον. ἐχέτω δὲ καὶ ψήφους τινὰς πυραυγεῖς οἷος ὁ Φιλαινίδος ἐστίν.
1 Ἔσται τοιοῦτος. ἄκουε δὲ καὶ τἆλλα παρ' ἐμοῦ ἅ σε χρὴ ποιεῖν καὶ ὅπως προσφέρεσθαι τοῖς ἀνδράσιν·
1 ἄλλη μὲν γὰρ ἡμῖν ἀποστροφὴ ἀποστροφὴ rec.: ἀποτροφὴ ceteri codd.. τοῦ βίου οὐκ ἔστιν, ὦ θύγατερ, ἀλλὰ δύο ἔτη ταῦτα ἐξ οὗ τέθνηκεν ὁ μακαρίτης σου πατήρ, οὐκ οἶσθα ὅπως ἀπεζήσαμεν; ὅτε δὲ ἐκεῖνος ἔζη, πάντα ἦν ἡμῖν ἱκανά· ἐχάλκευε γὰρ καὶ μέγα ἦν ὄνομα αὐτοῦ ἐν Πειραιεῖ, καὶ πάντων ἐστὶν ἀκοῦσαι διομνυμένων ἦ μὴν μετὰ Φιλῖνον μηκέτι ἔσεσθαι ἄλλον χαλκέα. μετὰ δὲ τὴν τελευτὴν τὸ μὲν πρῶτον ἀποδομένη τὰς πυράγρας καὶ τὸν ἄκμονα καὶ σφῦραν δύο μνῶν, μῆνας ἀπὸ τούτων ἑπτὰ μνῶν . . . ἑπτὰ Mras: μῆνας ἀπὸ τούτων ἑπτὰ β: μνῶν ἀπὸ τούτων γ. διετράφημεν· εἶτα νῦν μὲν ὑφαίνουσα, νῦν δὲ κρόκην κατάγουσα ἢ στήμονα κλώθουσα ἐποριζόμην τὰ σιτία μόλις· ἔβοσκον δὲ σέ, ὦ θύγατερ, τὴν ἐλπίδα περιμένουσα.
2 Τὴν μνᾶν λέγεις;
2 Οὔκ, ἀλλὰ ἐλογιζόμην ὡς τηλικαύτη γενομένη θρέψεις μὲν ἐμέ, σεαυτὴν δὲ κατακοσμήσεις ῥᾳδίως καὶ πλουτήσεις καὶ ἐσθῆτας ἕξεις ἁλουργεῖς καὶ θεραπαίνας.
2 Πῶς ἔφης, μῆτερ, ἢ τί λέγεις;
2 Συνοῦσα μὲν τοῖς νεανίσκοις καὶ συμπίνουσα μετ' αὐτῶν καὶ συγκαθεύδουσα ἐπὶ μισθῷ.
2 Καθάπερ ἡ Δαφνίδος θυγάτηρ Λύρα;
2 Ναί.
2 Ἀλλ' ἐκείνη ἑταίρα ἐστίν.
2 Οὐδὲν τοῦτο δεινόν· καὶ σὺ γὰρ πλουτήσεις ὡς ἐκείνη καὶ πολλοὺς ἐραστὰς ἕξεις. τί ἐδάκρυσας, ὦ Κόριννα; οὐχ ὁρᾷς ὁπόσαι καὶ ὡς περισπούδαστοί εἰσιν αἱ ἑταῖραι καὶ ὅσα χρήματα λαμβάνουσι; τὴν Δαφνίδος Δαφνίδος rec.: Δάφνιδα vel Δαφνίδα βγ. γοῦν ἐγὼ οἶδα, ὦ φίλη Ἀδράστεια, ῥάκη, πρὶν αὐτὴν ἀκμάσαι τὴν ὥραν, περιβεβλημένην·
2 ἀλλὰ νῦν ὁρᾷς οἵα πρόεισι, χρυσὸς καὶ ἐσθῆτες εὐανθεῖς καὶ θεράπαιναι τέτταρες.
3 Πῶς δὲ ταῦτα ἐκτήσατο ἡ Λύρα;
1 / 2 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme