Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

Book 8

1 Ὅστις δέ, ὦ Χρυσί, μήτε ζηλοτυπεῖ μήτε ὀργίζεται μήτε ἐρράπισέ ποτε ἢ περιέκειρεν ἢ τὰ ἱμάτια περιέσχισεν, ἔτι ἐραστὴς ἐκεῖνός ἐστιν;
1 Οὐκοῦν ταῦτα μόνα ἐρῶντος, ὦ Ἀμπελί, δείγματα;
1 Ναί, ταῦτ' ἀνδρὸς θερμοῦ· ἐπεὶ τἆλλα, φιλήματα καὶ δάκρυα καὶ ὅρκοι καὶ τὸ πολλάκις ἥκειν ἀρχομένου ἔρωτος σημεῖον καὶ φυομένου ἔτι· τὸ δὲ πῦρ ὅλον ἐκ τῆς ζηλοτυπίας ἐστίν. ὥστε εἰ καὶ σέ, ὡς φῄς, ὁ Γοργίας ῥαπίζει καὶ ζηλοτυπεῖ, χρηστὰ ἔλπιζε καὶ εὔχου ἀεὶ τὰ αὐτὰ ποιεῖν.
1 Τὰ αὐτά; τί λέγεις; ἀεὶ ῥαπίζειν με;
1 Οὐχί, ἀλλ’ ἀνιᾶσθαι, εἰ μὴ πρὸς μόνον αὐτὸν βλέποις, ἐπεὶ εἰ μὴ ἐρᾷ γε, τί ἂν ὀργίζοιτο, εἰ σύ τινα ἕτερον ἕτερον om. γ. ἐραστὴν ἔχεις;
1 Ἀλλ' οὐδὲ ἔχω ἔγωγε· ὁ δὲ μάτην ὑπέλαβε τὸν πλούσιόν μου ἐρᾶν, διότι ἄλλως ἐμνημόνευσά ποτε αὐτοῦ.
2 Καὶ τοῦτο ἡδὺ τὸ ὑπὸ πλουσίων οἴεσθαι σπουδάζεσθαί σε· οὕτω γὰρ ἀνιάσεται μᾶλλον καὶ φιλοτιμήσεται, ὡς μὴ ὑπερβάλοιντο αὐτὸν οἱ ἀντερασταί.
2 Καὶ μὴν οὗτός γε μόνον ὀργίζεται καὶ ῥαπίζει, δίδωσι δὲ οὐδέν.
2 Ἀλλὰ δώσει—ζηλοτυπεῖ γάρ—καὶ μάλιστα ἢν λυπῇς αὐτόν. ζηλότυποι γὰρ καὶ μάλιστα λυπηθήσονται codd. praeter L.
2 Οὐκ οἶδ’ ὅπως ῥαπίσματα λαμβάνειν βούλει με, ὦ Ἀμπελίδιον.
2 Οὔκ, ἀλλ’, ὡς οἶμαι, οὕτως οἱ μεγάλοι ἔρωτες γίγνονται, καὶ εἰ πείθοιντο πύθοιντο β. ἀμελεῖσθαι, εἰ δὲ πιστεύσαι μόνος ἔχειν, ἀπομαραίνεταί πως ἡ ἐπιθυμία. ταῦτα λέγω πρὸς σὲ εἴκοσιν ὅλοις ἔτεσιν ἑταιρήσασα, σὺ δὲ ὀκτωκαιδεκαέτις, οἶμαι, ἢ ἔλαττον ἐλάχιστον codd., corr. edd.. οὖσα τυγχάνεις. εἰ βούλει δέ, καὶ διηγήσομαι ἃ ἔπαθόν ποτε οὐ πάνυ πρὸ πολλῶν ἐτῶν· ἤρα μου Δημόφαντος ὁ δανειστὴς ὁ κατόπιν οἰκῶν τῆς Ποικίλης. οὗτος οὐδεπώποτε πλέον πέντε δραχμῶν δέδωκε καὶ ἠξίου δεσπότης εἶναι. ἤρα δέ, ὦ Χρυσί, ἐπιπόλαιόν τινα ἔρωτα οὔτε ὑποστένων οὔτε δακρύων οὔτε ἀωρὶ παραγιγνόμενος ἐπὶ τὰς θύρας, ἀλλ’ αὐτὸ μόνον συνεκάθευδέ μοι ἐνίοτε, καὶ τοῦτο διὰ μακροῦ.
1 / 2 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme