Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

Book 1

1 τὸν στρατιώτην ἐκεῖνον, Θαΐ, τὸν Ἀκαρνᾶνα, ὅς πάλαι μὲν Ἀβρότονον εἶχε, μετὰ ταῦτα δὲ ἠράσθη ἐμοῦ, τὸν εὐπάρυφον λέγω, τὸν ἐν τῇ χλαμύδι, οἶσθα αὐτόν, ἢ ἐπιλέλησαι τὸν ἄνθρωπον;
1 οὔκ, ἀλλὰ οἶδα, ὦ Γλυκέριον, καὶ συνέπιε μεθʼ ἡμῶν πέρυσιν ἐν τοῖς Ἁλώοις. τί δὲ τοῦτο; ἐῴκεις γάρ τι περὶ αὐτοῦ διηγεῖσθαι.
1 Γοργόνα αὐτὸν ἡ παμπόνηρος, φίλη δοκοῦσα εἶναι, ἀπέσπασεν ἀπʼ ἐμοῦ ὑπελθοῦσα.
1 καὶ νῦν σοὶ μὲν ἐκεῖνος οὐ πρόσεστι, Γοργόναν δὲ ἑταίραν πεποίηται;
1 ναί, ὦ Θαΐ, καὶ τὸ πρᾶγμα οὐ μετρίως μου ἥψατο.
1 πονηρὸν μέν ὦ Γλυκέριον, οὐκ ἀδόκητον δέ, ἀλλʼ εἰωθὸς γίγνεσθαι ὑφʼ ἡμῶν τῶν ἑταιρῶν. οὔκουν χρὴ οὔτε ἀνιᾶσθαι ἄγαν οὔτε μέμφεσθαι τῇ Γοργόνῃ· οὐδὲ γὰρ σὲ Ἀβρότονον ἐπʼ αὐτῷ πρότερον ἐμέμψατο, καίτοι φίλαι ἦτε.
2 ἀτὰρ ἐκεῖνο θαυμάξω, τί καὶ ἐπῄνεσεν αὐτῆς ὁ στρατιώτης οὗτος, ἐκτὸς εἰ μὴ παντάπασι τυφλός ἐστιν, ὃς οὐχ ἑωράκει τὰς μὲν τρίχας αὐτὴν ἀραιὰς ἔχουσαν καὶ ἐπὶ πολὺ τοῦ μετώπου ἀπηγμένας· τὰ χείλη δὲ πελιδνὰ καὶ νεκρικὰ καὶ τράχηλος λεπτὸς καὶ ἐπίσημοι ἐν αὐτῷ αἱ φλέβες καὶ ῥὶς μακρά. ἓν μόνον, εὐμήκης ἐστὶ καὶ ὀρθὴ καὶ μειδιᾷ πάνυ ἐπαγωγόν.
2 οἴει γάρ, ὦ Θαΐ, τῷ κάλλει ᾑρῆσθαι τὸν Ακαρνᾶυα; οὐκ οἶσθα ὡς φαρμακὶς ἡ Χρυσάριον ἡ μήτηρ αὐτῆς, Θετταλάς τινας ᾠδὰς ἐπισταμένη καὶ τὴν σελήνην κατάγουσα; φασὶ δὲ αὐτὴν καὶ πέτεσθαι τῆς νυκτός· ἐκείνη ἐξέμηνε τὸν ἄνθρωπον πιεῖν τῶν φαρμάκων ἐγχέασα, καὶ νῦν τρυγῶσιν αὐτόν.
2 καὶ σύ, ὦ Γλυκέριον, ἄλλον τρυγήσεις, τοῦτον δὲ χαίρειν ἔα.
1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme