1
Ἆρά γε ὁ γνῶναι τὸν σολοικίζοντα δεινὸς οὗτος καὶ φυλάξασθαι μὴ σολοικίσαι δυνατός;
1
Ἐμοὶ μὲν δοκεῖ.
1
Ὁ δέ γε μὴ φυλάξασθαι οὐδὲ γνῶναι τὸν οὕτως ἔχοντα;
1
Ἀληθῆ λὲγεις.
1
Σὺ δὲ αὐτὸς φὴς οὐ σολοικίζειν, ἢ πῶς λέγωμεν περὶ σοῦ;
1
Ἀπαίδευτος γὰρ ἂν εἴην, εἰ σολοικίζοιμι τηλικοῦτος ὤν.
1
Οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον;
1
Παντάπασί γε.
1
Ἴθι νῦν ἐμοῦ λαβοῦ σολοικίζοντος, ἄρτι δὲ σολοικιῶ.
1
Οὐκοῦν εἰπέ.
1
Ἀλλ’ ἔγωγε ἤδη τὸ δεινὸν εἴργασμαι, σὺ δὲ οὐκ ἐπέγνως.
1
Παίζεις ἔχων;
1
Μὰ τοὺς θεούς· ἐπεὶ σολοικίσας ἔλαθόν σε ὡς οὐκ ἐπιστάμενού. αὖθις δὲ σκόπει· οὐ γάρ σέ φημι δύνασθαι κατανοῆσαι, ἐπεὶ ἃ μέν οἶσθ̓, ἃ δ’ οὐκ οἶσθα.
1
Εἰπὲ μόνον.
1
Ἀλλὰ καὶ νῦν σεσολοίκισταί μοι, σὺ δ’ οὐκ ἔγνως.
1
Πῶς γάρ, σοῦ μηδὲν λέγοντος;
1
Ἐγὼ μὲν λέγω καὶ σολοικίζω, σὺ δ’ οὐχ ἕπῃ τοῦτο δρῶντι· ἐπεὶ ὄφελον καὶ νῦν ἀκολουθῆσαι δυνήσῃ.
2
Θαυμαστὰ λέγεις, εἰ μὴ δυνήσομαι καταμαθεῖν σολοικισμόν.
2
Καὶ πῶς ἂν δύναιο τὸν ἕνα μαθεῖν τοὺς τρεῖς ἀγνοήσας;
2
Τίνας τρεῖς;
2
Ὅλους ἀρτιγενείους.
2
Ἐγὼ μέν σε παίζειν δοκῶ.
2
Ἐγὼ δέ σε ἀγνοεῖν τὸν ἁμαρτάνοντα ἐν τοῖς λόγοις.
2
Καὶ πῶς ἄν τις μάθοι μηδενὸς εἰρημένου;
2
Λέλεκται καὶ σεσολοίκισται τετραπλῇ, σὺ δ᾽ οὐκ ἔγνως. μέγα οὖν ἆθλον κατέπραξας ἄν, εἴπερ ἔγνως.
2
Οὐ μέγα μέν, ἀναγκαῖον δὲ τῷ ὁμολογήσαντι.
2
Ἀλλ’ οὐδὲ νῦν ἔγνως.
2
Πότε νῦν;
2
Ὅτε τὸ ἆθλον ἔφην σε καταπρᾶξαι.
2
Οὐκ οἶδα ὅ τι λέγεις.