Thesauros Literature satire Ψευδοσοφιστής ἢ Σολοικιστής

Ψευδοσοφιστής ἢ Σολοικιστής

Ψευδοσοφιστής ἢ Σολοικιστής Lucian of Samosata
10 Ὅτι τὸ μὲν σὲ ὑβρίζειν τὸ σῶμά ἐστι τὸ σὸν ἤτοι πληγαῖς ἢ δεσμοῖς ἢ καὶ ἄλλῳ τρόπῳ, τὸ δὲ ἐς σέ, ὅταν εἴς τι τῶν σῶν γίγνηται ἡ ὕβρις· καὶ γὰρ ὅστις γυναῖκα φίλον καὶ ὅστις γε οἰκέτην. πλὴν γὰρ περὶ πραγμάτων οὕτως ἔχει σοι· ἐπεὶ τὸ ἐς πρᾶγμα ὑβρίζειν λέλεκται, οἷον ἐς τὴν παροιμίαν, ὡς ὁ Πλάτων φησὶν ἐν τῷ Συμποσίῳ.
10 Κατανοῶ τὸ διάφορον.
10 Ἆρ’ οὖν καὶ τοῦτο κατανοεῖς, ὅτι τὸ ταῦτά ὑπαλλάττειν σολοικίζειν καλοῦσιν;
10 Ἀλλὰ δὲ τὸ ὑπαλλάττειν εἴ τις ἐναλλάττειν λέγει, τί σοι δόξει λέγειν;
10 Ἐμοὶ μὲν ταὐτὸν λέγειν δόξει.
10 Καὶ πῶς ἂν εἴη ταὐτὸν τῷ ὑπαλλάττειν τὸ ἐναλλάττειν, εἴπερ τὸ μὲν ἑτέρου πρὸς ἕτερον γίγνεται, τοῦ μὴ ὀρθοῦ πρὸς τὸ ὀρθόν, τὸ δὲ τοῦ μὴ ὄντος πρὸς τὸ ὄν;
10 Κατέμαθον ὅτι τὸ μὲν ὑπαλλάττειν τὸ μὴ κύριον ἀντὶ τοῦ κυρίου λέγειν ἐστί, τὸ δ’ ἐναλλάττειν ποτὲ μὲν τῷ κυρίῳ, ποτὲ δὲ τῷ μὴ κυρίῳ χρῆσθαι.
10 Ἔχει τινὰ καὶ ταῦτα κατανόησιν οὐκ ἄχαριν, τὸ δὲ σπουδάζειν πρός τινα τὴν οἰκείαν ὠφέλειαν τοῦ σπουδάζοντος ἐμφαίνει, τὸ δὲ περί τινα τὴν ἐκείνου περὶ ὅν σπουδάζει. καὶ ταῦτα ἴσως μὲν ὑποσυγκέχυται, ἴσως δὲ καὶ ἀκριβοῦται παρά τισί· βέλτιον δὲ τὸ ἀκριβοῦν ἑκάστῳ.
10 Ὀρθῶς γὰρ λέγεις.
11 Τό γε μὴν καθέζεσθαι καὶ τὸ κάθισον τοῦ κάθησο ἆρ’ οἶσθ’ ὅτι διενήνοχεν;
11 Οὐκ οἶδα. τὸ καθέσθητι ἤκουόν σου λεγοντος ὡς ἔστιν ἔκφυλον.
11 Καὶ ὀρθῶς γε ἤκουσας. ἀλλὰ τὸ κάθισον τοῦ κάθησο διαφέρειν φημί.
11 Καὶ τῷ ποτ’ ἂν εἴη διαφέρον;
11 Τῷ τὸ μὲν πρὸς τὸν ἑστῶτα λέγεσθαι τὸ κάθισον, τὸ δὲ πρὸς τὸν καθεζόμενον· ἧσ’, ὦ ξεῖν̓, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην, ἀντὶ τοῦ μένε καθεζόμενος. πάλιν οὖν εἰρήσθω ὅτι τὸ ταῦτα παραλλάττειν ἁμαρτάνειν ἐστί. τὸ δὲ καθίζω τοῦ ʼκαθέζομαι ἆρά σοι δοκεῖ μικρῷ τινι διαφέρειν; εἴπερ τὸ μὲν καὶ ἕτερον δρῶμεν, τὸ καθίζειν λέγω, τὸ δὲ μόνους ἡμᾶς αὐτοὺς τὸ καθέζεσθαι.
12 Καὶ ταῦτα ἱκανῶς διελήλυθας, καὶ δὴ λέγε· οὕτω γάρ σε δεῖ προδιδάσκειν.
12 Ἑτέρως γὰρ λέγοντος οὐ κατανοεῖς; οὐκ οἶσθα οἷόν ἐστι ξυγγραφεὺς ἀνήρ;
12 Πάνυ οἶδα νῦν γέ σου ἀκούσας ταῦτα λέγοντος.
12 Ἐπεὶ καὶ τὸ καταδουλοῦν σὺ μὲν ἴσως ταὐτὸν τῷ καταδουλοῦσθαι νενόμικας, ἐγὼ δὲ οἶδα διαφορὰν οὐκ ὀλίγην ἔχον.
12 Τίνα ταύτην;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme