2
Ἄρης γοῦν ὁ καὶ παρὰ τοῖς ποιηταῖς, ὡς οἷόν τε, τετιμημένος, Ἆρες, Ἄρες, βροτολοιγέ, μιαιφόνε, τειχεσιπλῆτα, ὁ ἀλλοπρόσαλλος οὗτος καὶ ἀνάρσιος, ὡς μὲν Ἐπίχαρμός φησι, Σπαρτιάτης ἦν· Σοφοκλῆς δὲ Θρᾷκα οἶδεν αὐτόν· ἄλλοι δὲ Ἀρκάδα. τοῦτον δὲ Ὅμηρος δεδέσθαι φησὶν ἐπὶ μῆνας τρισκαίδεκα· τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ’ Ἐφιάλτης, παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ· χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. πολλὰ κἀγαθὰ Κᾶρες σχοῖεν, οἳ καταθύουσιν αὐτῷ τοὺς κύνας. Σκύθαι δὲ τοὺς ὄνους ἱερεύοντες μὴ παυέσθων, ὡς Ἀπολλόδωρός φησι καὶ Καλλίμαχος, Φοῖβος Ὑπερβορέοισιν ὄνων ἐπιτέλλεται ἱροῖς. ὁ αὐτὸς δὲ ἀλλαχοῦ τέρπουσιν λιπαραὶ Φοῖβον ὀνοσφαγίαι. Ἥφαιστος δέ, ὃν ἔρριψεν ἐξ Ὀλύμπου Ζεὺς βηλοῦ ἀπὸ θεσπεσίοιο, ἐν Λήμνῳ καταπεσὼν ἐχάλκευε, πηρωθεὶς τὼ πόδε, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. ἔχεις καὶ ἰατρόν, οὐχὶ χαλκέα μόνον ἐν θεοῖς· ὁ δὲ ἰατρὸς φιλάργυρος ἦν, Ἀσκληπιὸς ὄνομα αὐτῷ. καί σοι τὸν σὸν παραθήσομαι ποιητήν, τὸν Βοιώτιον Πίνδαρον· ἔτραπε κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶ φανείς· χερσὶ δ’ ἄρα Κρονίων ῥίψας δι’ ἀμφοῖν ἀμπνοὰνἀμπνοὰν Pindar. ἀμπνοὰς MSS. στέρνων καθεῖλεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκηψεἐνέσκηψε Pindar. ἔσκηψε MSS. μόρον, καὶ Εὐριπίδης Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα. οὗτος μὲν οὖν κεῖται κεραυνωθεὶς ἐν τοῖς Κυνοσουρίδος ὁρίοις. Φιλόχορος δὲ ἐν Τήνῳ Ποσειδῶνά φησι τιμᾶσθαι ἰατρόν, Κρόνῳ δὲ ἐπικεῖσθαι Σικελίαν καὶ ἐνταῦθα αὐτὸν τεθάφθαι. Πατροκλῆς τε ὁ Θούριος καὶ Σοφοκλῆς ὁ νεώτερος ἔν τισιἔν τισι Welcker. ἐν τρισὶ MSS. τραγῳδίαις ἱστορεῖτονἱστορεῖτον Sylburg. ἱστορείτων MSS. τοῖν Διοσκούροιντοῖν Διοσκούροιν Sylburg. τὼ Διοσκούρω MSS. πέρι· ἀνθρώπω τινὲ τούτω τὼ Διοσκούρω ἐπικήρω ἐγενέσθην,ἐγενέσθην Dindorf. γενέσθην MSS. εἴ τῳ ἱκανὸς πιστώσασθαι Ὅμηρος τὸ λελεγμένον τοὺς δ’ ἤδη κάτεχεν φυσίζοος αἶα ἐν Λακεδαίμονι αὖθι, φίλῃ ἐν πατρίδι γαίῃ. προσίτω δὲ καὶ ὁ τὰ Κυπριακὰ ποιήματα γράψας Κάστωρ μὲν θνητός, Θανάτου δέ οἱ αἶσα πέπρωται· αὐτὰρ ὅ γ’ ἀθάνατος Πολυδεύκης, ὄζος Ἄρηος. τοῦτο μὲν ποιητικῶς ἐψεύσατο· Ὅμηρος δὲ ἀξιοπιστότερος αὐτοῦ εἰπὼν περὶ ἀμφοῖν τοῖν Διοσκούροιν, πρὸς δὲ καὶ τὸν Ἡρακλέα εἴδωλον ἐλέγξας· φῶτα γὰρ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων. Ἡρακλέα οὖν καὶ αὐτὸς Ὅμηρος θνητὸν οἶδεν ἄνθρωπον, Ἱερώνυμος δὲ ὁ φιλόσοφος καὶ τὴν σχέσιν αὐτοῦ ὑφηγεῖται τοῦ σώματος, μικρόν, φριξότριχα, ῥωστικόν· Δικαίαρχος δὲ σχιζίαν, νευρώδη, μέλανα, γρυπόν, ὑποχαροπόν, τετανότριχα. οὗτος οὖν ὁ Ἡρακλῆς δύο πρὸς τοῖς πεντήκοντα ἔτη βεβιωκὼς κατέστρεψε τὸν βίον διὰ τῆς ἐν Οἴτῃ πυρᾶς κεκηδευμένος.