2
Ἀκούετε δὴ οὖν τῶν παρ’ ὑμῖν θεῶν τοὺς ἔρωτας καὶ τὰς παραδόξους τῆς ἀκρασίας μυθολογίας καὶ τραύματα αὐτῶν καὶ δεσμὰ καὶ γέλωτας καὶ μάχας δουλείας τε ἔτι καὶ συμπόσια συμπλοκάς τ’ αὖ καὶ δάκρυα καὶ πάθη καὶ μαχλώσας ἡδονάς. κάλει μοι τὸν Ποσειδῶ καὶ τὸν χορὸν τῶν διεφθαρμένων ὑπ’ αὐτοῦ, τὴν Ἀμφιτρίτην, τὴν Ἀμυμώνην, τὴν Ἀλόπην, τὴν Μελανίππην, τὴν Ἀλκυόνην, τὴν Ἱπποθόην, τὴν Χιόνην, τὰς ἄλλας τὰς μυρίας· ἐν αἷς δὴ καὶ τοσαύταις οὔσαις ἔτι τοῦ Ποσειδῶνος ὑμῶν ἐστενοχωρεῖτο τὰ πάθη· κάλει μοι καὶ τὸν Ἀπόλλω· Φοῖβός ἐστιν οὗτος καὶ μάντις ἁγνὸς καὶ σύμβουλος ἀγαθός· ἀλλ’ οὐ ταῦτα ἡ Στερόπη λέγει οὐδὲ ἡ Αἴθουσα οὐδὲ ἡ Ἀρσινόη οὐδὲ ἡ Ζευξίππη οὐδὲ ἡ Προθόη οὐδὲ ἡ Μάρπησσα οὐδὲ ἡ Ὑψιπύλη· Δάφνη γὰρ ἐξέφυγε μόνη καὶ τὸν μάντιν καὶ τὴν φθοράν. αὐτός τε ὁ Ζεὺς ἐπὶ πᾶσιν ἡκέτω, ὁ πατὴρ καθ’ ὑμᾶς ἀνδρῶν τε θεῶν τε. τοσοῦτος περὶ τὰ ἀφροδίσια ἐξεχύθη, ὡς ἐπιθυμεῖν μὲν πασῶν, ἐκπληροῦν δὲ εἰς πάσας τὴν ἐπιθυμίαν. ἐνεπίμπλατο γοῦν γυναικῶν οὐχ ἧττον ἢ αἰγῶν ὁ Θμουιτῶν τράγος. καὶ σοῦ, ὦ Ὅμηρε, τεθαύμακα τὰ ποιήματα· ἦ, καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ’ ἀθανάτοιο· μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον. σεμνὸν ἀναπλάττεις, Ὅμηρε, τὸν Δία καὶ νεῦμα περιάπτεις αὐτῷ τετιμημένον. ἀλλ’ ἐὰν ἐπιδείξῃς μόνον, ἄνθρωπε, τὸν κεστόν, ἐξελέγχεται καὶ ὁ Ζεὺς καὶ ἡ κόμη καταισχύνεται. εἰς ὅσον δ’ ἐλήλακενδʼ ἐλήλακεν Dindorf. διελήλακεν MSS. ἀσελγείας ὁ Ζεὺς ἐκεῖνος ὁ μετ’ Ἀλκμήνης τοσαύτας ἡδυπαθήσας νύκτας· οὐδὲ γὰρ αἱ νύκτες αἱ ἐννέα τῷ ἀκολάστῳ μακραί ʽἅπας δὲ ἔμπαλιν ὁ βίος ἀκρασίᾳ βραχὺς ἦν̓, ἵνα δὴ ἡμῖν τὸν ἀλεξίκακον σπείρῃ θεόν. Διὸς υἱὸς Ἡρακλῆς, Διὸς ὡς ἀληθῶς, ὁ ἐκ μακρᾶς γεννώμενος νυκτός, τοὺς μὲν ἄθλους τοὺς δώδεκα πολλῷ ταλαιπωρησάμενος χρόνῳ, τὰς δὲ πεντήκοντα Θεστίου θυγατέρας νυκτὶ διαφθείρας μιᾷ, μοιχὸς ὁμοῦ καὶ νυμφίος τοσούτων γενόμενος παρθένων. οὔκουν ἀπεικότως οἱ ποιηταὶ σχέτλιον τοῦτον καὶ αἰσυλοεργὸν ἀποκαλοῦσιν. μακρὸν δ’ ἂν εἴη μοιχείας αὐτοῦ παντοδαπὰς καὶ παίδων διηγεῖσθαι φθοράς. οὐδὲ γὰρ οὐδὲ παίδων ἀπέσχοντο οἱ παρ’ ὑμῖν θεοί, ὁ μέν τις Ὕλα, ὁ δὲ Ὑακίνθου, ὁ δὲ Πέλοπος, ὁ δὲ Χρυσίππου, ὁ δὲ Γανυμήδους ἐρῶντες. τούτους ὑμῶν αἱ γυναῖκες προσκυνούντων τοὺς θεούς, τοιούτους δὲ εὐχέσθων εἶναι τοὺς ἄνδρας τοὺς ἑαυτῶν, οὕτω σώφρονας, ἵν’ ὦσιν ὅμοιοι τοῖς θεοῖς τὰ ἴσα ἐζηλωκότες· τούτους ἐθιζόντων οἱ παῖδες ὑμῶν σέβειν, ἵνα καὶ ἄνδρες γένωνται εἰκόνα πορνείας ἐναργῆἐναργῆ Markland. ἐναγῆ MSS. τοὺς θεοὺς παραλαμβάνοντες.