Thesauros Literature theology Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας Clement of Alexandria, Saint approximately 150-approximately 215
2 Εἰκότως ἄρα οἱ τοιοίδε ὑμῶν θεοὶ δοῦλοι, δοῦλοι inserted by Schwartz. δοῦλοι παθῶν γεγονότες, ἀλλὰ καὶ πρὸπρὸ Münzel. πρὸς MSS. τῶν Εἱλώτων καλουμένων τῶν παρὰ Λακεδαιμονίοις δούλειον ὑπεισῆλθεν ζυγὸν Ἀπόλλων Ἀδμήτῳ ἐν Φεραῖς, Ἡρακλῆς ἐν Σάρδεσιν Ὀμφάλῃ, Λαομέδοντι δ’ ἐθήτευε Ποσειδῶν καὶ Ἀπόλλων, καθάπερ ἀχρεῖος οἰκέτης, μηδὲ ἐλευθερίας δήπουθεν δυνηθεὶς τυχεῖν παρὰ τοῦ προτέρου δεσπότου· τότε καὶ τὰ Ἰλίου τείχη ἀνῳκοδομησάτην τῷ Φρυγί. Ὅμηρος δὲ τὴν Ἀθηνᾶν οὐκ αἰσχύνεται παραφαίνειν λέγων τῷ Ὀδυσσεῖ χρύσεον λύχνον ἔχουσαν ἐν χεροῖν· τὴν δὲ Ἀφροδίτην ἀνέγνωμεν, οἷον ἀκόλαστόν τι θεραπαινίδιον, παραθεῖναι φέρουσαν τῇ Ἑλένῃ τὸν δίφρον τοῦ μοιχοῦ κατὰ πρόσωπον, ὅπως αὐτὸν εἰς συνουσίαν ὑπαγάγηται. Πανύασσις γὰρ πρὸς τούτοις καὶ ἄλλους παμπόλλους ἀνθρώποις λατρεῦσαι θεοὺς ἱστορεῖ ὧδέ πως γράφων· τλῆ μὲν Δημήτηρ, τλῆ δὲ κλυτὸς Ἀμφιγυήεις, τλῆ δὲ Ποσειδάων, τλῆ δ’ ἀργυρότοξος Ἀπόλλων ἀνδρὶ παρὰ θνητῷ θητευέμενθητευέμεν Sylburg. θητευσέμεν MSS. εἰς ἐνιαυτόν· τλῆ δὲ καὶκαὶ inserted by Sylburg. ὀβριμόθυμος Ἄρης ὑπὸ πατρὸς ἀνάγκης, καὶ τὰ ἐπὶ τούτοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme