Thesauros Literature theology Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας Clement of Alexandria, Saint approximately 150-approximately 215
2 Τούτοις οὖν εἰκότως ἕπεται τοὺς ἐρωτικοὺς ὑμῶν καὶ παθητικοὺς τούτους θεοὺς ἀνθρωποπαθεῖς ἐκ παντὸς εἰσάγειν τρόπου. καὶ γάρ θην κείνοις θνητὸς χρώς. τεκμηριοῖ δὲ Ὅμηρος, μάλα ἀκριβῶς Ἀφροδίτην ἐπὶ τῷ τραύματι παρεισάγων ὀξὺ καὶ μέγα ἰάχουσαν αὐτόν τε τὸν πολεμικώτατον Ἄρη ὑπὸ τοῦ Διομήδους κατὰ τοῦ κενεῶνος οὐτασμένον διηγούμενος. Πολέμων δὲ καὶ τὴν Ἀθηνᾶν ὑπὸ Ὀρνύτου τρωθῆναι λέγει· ναὶ μὴν καὶ τὸν Ἀιδωνέα ὑπὸ Ἡρακλέους τοξευθῆναι Ὅμηρος λέγει καὶ τὸν Ἥλιον Αὐγέαντὸν Ἥλιον Αὐγέαν Schwartz. τὸν ἠλεῖον αὐγέαν MSS. Πανύασσις ἱστορεῖ. ἤδη δὲ καὶ τὴν Ἥραν τὴν ζυγίαν ἱστορεῖ ὑπὸ τοῦ αὐτοῦ Ἡρακλέους ὁ αὐτὸς οὗτος Πανύασσις ἐν Πύλῳ ἠμαθόεντι. Σωσίβιος δὲ καὶ τὸν Ἡρακλέα πρὸς τῶν Ἱπποκοωντιδῶν κατὰ τῆς χειρὸς οὐτασθῆναι λέγει. εἰ δὲδὲ Mayor. δὴ MSS. τραύματα, καὶ αἵματα· οἱ γὰρ ἰχῶρες οἱ ποιητικοὶ εἰδεχθέστεροι καὶ τῶν αἱμάτων, σῆψις γὰρ αἵματος ἰχὼρ νοεῖται. ἀνάγκη τοίνυν θεραπείας καὶ τροφὰς παρεισάγειν αὐτοῖς, ὧν εἰσιν ἐνδεεῖς. διὸ τράπεζαι καὶ μέθαι καὶ γέλωτες καὶ συνουσίαι, οὐκ ἂν ἀφροδισίοις χρωμένων ἀνθρωπίνοιςἀνθρωπίνοις Reinkens. ἀνθρώποις MSS. οὐδὲ παιδοποιουμένων οὐδὲ μὴν ὑπνωσσόντων, εἰ ἀθάνατοι καὶ ἀνενδεεῖς καὶ ἀγήρῳἀγήρῳ Potter. ἀγήρως MSS. ὑπῆρχον. μετέλαβεν δὲ καὶ τραπέζης ἀνθρωπίνης παρὰ τοῖς Αἰθίοψιν, ἀπανθρώπου δὲ καὶ ἀθέσμου αὐτὸς ὁ Ζεὺς παρὰ Λυκάονι τῷ Ἀρκάδι ἑστιώμενος· ἀνθρωπείων γοῦν ἐνεφορεῖτο σαρκῶν οὐχ ἑκών. ἠγνόει γὰρ ὁ θεὸς ὡς ἄρα Λυκάων ὁ Ἀρκὰς ὁ ἑστιάτωρ αὐτοῦ τὸν παῖδα κατασφάξας τὸν αὑτοῦ ʽΝύκτιμος ὄνομα αὐτᾦ παραθείη ὄψον τῷ Διί. καλός γε ὁ Ζεὺς ὁ μαντικός, ὁ ξένιος, ὁ ἱκέσιος, ὁ μειλίχιος, ὁ πανομφαῖος, ὁ προστροπαῖος· μᾶλλον δὲ ὁ ὁ inserted by Sylburg. ἄδικος, ὁ ἄθεσμος, ὁ ἄνομος, ὁ ἀνόσιος, ὁ ἀπάνθρωπος, ὁ βίαιος, ὁ φθορεύς, ὁ μοιχός, ὁ ἐρωτικός. ἀλλὰ τότε μὲν ἦν, ὅτε τοιοῦτος ἦν, ὅτε ἄνθρωπος ἦν, νῦν δὲ ἤδη μοι δοκοῦσι καὶ οἱ μῦθοι ὑμῖν γεγηρακέναι. δράκων ὁ Ζεὺς οὐκέτι, οὐ κύκνος ἐστίν, οὐκ ἀετός, οὐκ ἄνθρωπος ἐρωτικός· οὐχ ἵπταται θεός, οὐ παιδεραστεῖ, οὐ φιλεῖ, οὐ βιάζεται, καίτοι πολλαὶ καὶ καλαὶ καὶ νῦν ἔτι γυναῖκες καὶ Λήδας εὐπρεπέστεραι καὶ Σεμέλης ἀκμαιότεραι, μειράκια δὲ ὡραιότερα καὶ πολιτικώτερα τοῦ Φρυγίου βουκόλου. ποῦ νῦν ἐκεῖνος ὁ ἀετός; ποῦ δὲ ὁ κύκνος; ποῦ δὲ αὐτὸς ὁ Ζεύς; γεγήρακε μετὰ τοῦ πτεροῦ· οὐ γὰρ δήπου μετανοεῖ τοῖς ἐρωτικοῖς οὐδὲ παιδεύεται σωφρονεῖν. γυμνοῦται δὲ ὑμῖν ὁ μῦθος· ἀπέθανεν ἡ Λήδα, ἀπέθανεν ὁ κύκνος, ἀπέθανεν ὁ ἀετός. ζήτει σου τὸν Δία· μὴ τὸν οὐρανόν, ἀλλὰ τὴν γῆν πολυπραγμόνει. ὁ Κρής σοι διηγήσεται, παρ’ ᾧ καὶ τέθαπται, Καλλίμαχος ἐν ὕμνοις καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο. τέθνηκε γὰρ ὁ Ζεὺς ʽμὴ δυσφόρεἰ ὡς Λήδα, ὡς κύκνος, ὡς ἀετός, ὡς ἄνθρωπος ἐρωτικός, ὡς δράκων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme