Thesauros Literature theology Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας Clement of Alexandria, Saint approximately 150-approximately 215
3 Φιλάνθρωποί γε ἐκ τούτων καταφαίνονται οἱ δαίμονες· πῶς δὲ οὐχ ὅσιοι ἀναλόγως οἱ δεισιδαίμονες; οἱ μὲν σωτῆρες εὐφημούμενοι, οἱ δὲ σωτηρίαν αἰτούμενοι παρὰ τῶν ἐπιβούλων σωτηρίας. καλλιερεῖν γοῦν τοπάζοντες αὐτοῖς σφᾶς αὐτοὺς λελήθασιν ἀποσφάττοντες ἀνθρώπους. οὐ γὰρ οὖν παρὰ τὸν τόπον ἱερεῖον γίνεται ὁ φόνος, οὐδ’ εἰ Ἀρτέμιδί τις καὶ Διὶ ἐν ἱερῷ δῆθεν χωρίῳ μᾶλλον ἢ ὀργῇ καὶ φιλαργυρίᾳ, ἄλλοις ὁμοίοις δαίμοσιν, ἐπὶ βωμοῖς ἢ ἐν ὁδοῖς ἀποσφάττοι τὸν ἄνθρωπον, ἱερὸν ἱερὸν Wilamowitz. ἱερεῖον Potter. ἱερεῖον ἐπιφημίσας, ἀλλὰ φόνος ἐστὶ καὶ ἀνδροκτασία ἡ τοιαύτη θυσία. τί δὴ οὖν, ὦ σοφώτατοι τῶν ἄλλων ζῴων ἄνθρωποι, τὰ μὲν θηρία περιφεύγομεν τὰ ἀνήμερα, κἄν που περιτύχωμεν ἄρκῳ ἢ λέοντι, ἐκτρεπόμεθα, ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, ἄψ τ’ ἀνεχώρησεν· δαίμονας δὲ ὀλεθρίους καὶ ἀλιτηρίους ἐπιβούλους τε καὶ μισανθρώπους καὶ λυμεῶνας ὄντας προαισθόμενοι καὶ συνιέντες οὐκ ἐκ τρέπεσθε οὐδὲ ἀποστρέφεσθε; τί δ’ ἂν καὶ ἀληθεύσαιεν οἱ κακοί, ἢ τίνα ἂν ὠφελήσαιεν; αὐτίκα γοῦν ἔχω σοι βελτίονα τῶν ὑμεδαπῶν τούτων θεῶν, τῶν δαιμόνων, ἐπιδεῖξαι τὸν ἄνθρωπον, τοῦ Ἀπόλλωνος τοῦ μαντικοῦ τὸν Κῦρον καὶ τὸν Σόλωνα. φιλόδωρος ὑμῶν ὁ Φοῖβος, ἀλλ’ οὐ φιλάνθρωπος. προὔδωκε τὸν Κροῖσον τὸν φίλον καὶ τοῦ μισθοῦ ἐκλαθόμενος ʽοὕτω φιλόδοξος ἦν’ ἀνήγαγε τὸν Κροῖσον διὰ τοῦ Ἅλυος ἐπὶ τὴν πυράν. οὕτω φιλοῦντες οἱ δαίμονες ὁδηγοῦσιν εἰς τὸ πῦρ. ἀλλ̓, ὦ φιλανθρωπότερε καὶ ἀληθέστερε τοῦ Ἀπόλλωνος ἄνθρωπε, τὸν ἐπὶ τῆς πυρᾶς οἴκτειρον δεδεμένον, καὶ σὺ μέν, ὦ Σόλων, μάντευσαι τὴν ἀλήθειαν, σὺ δέ, ὦ Κῦρε, κέλευσον ἀποσβεσθῆναι τὴν πυράν. σωφρόνησον ὕστατον γοῦν, ὦ Κροῖσε, τῷ πάθει μεταμαθών· ἀχάριστός ἐστιν ὃν προσκυνεῖς, λαμβάνει τὸν μισθὸν καὶ μετὰ τὸ χρυσίον ψεύδεται πάλιν. τέλος ἄρα οὐχ ὁ δαίμων, ἀλλὰ ὁ ἄνθρωπός σοι λέγει. οὐ λοξὰ μαντεύεται Σόλων· τοῦτον εὑρήσειςεὑρήσεις Canter. εὖ θήσεις MSS. ἀληθῆ μόνον, ὦ βάρβαρε, τὸν χρησμόν· τοῦτον ἐπὶ τῆς πυρᾶς δοκιμάσεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme