Book 1
21.146
Ἔτι δὲ κἀκεῖνα τῇ χρονογραφίᾳ προσαποδοτέον, τὰς ἡμέρας λέγω, ἃς αἰνίττεται Δανιὴλ ἀπὸ τῆς ἐρημώσεως Ἱερουσαλήμ, τὰ Οὐεσπεσιανοῦ ἔτη ζ΄ μῆνας ια΄. τὰ γὰρ δύο ἔτη προσλαμβάνεται τοῖς Ὄθωνος καὶ Γάλβα καὶ Οὐιτελλίου μησὶ ιζ΄ ἡμέραις η΄ καὶ οὕτω γίνεται ἔτη τρία καὶ μῆνες ς΄, ὅ ἐστι τὸ ἥμισυ τῆς ἑβδομάδος, καθὼς εἴρηκε Δανιὴλ ὁ προφήτης. εἴρηκεν δὲ βτ΄ ἡμέρας γενέσθαι ἀφ’ οὗ ἔστη τὸ βδέλυγμα ὑπὸ Νέρωνος εἰς τὴν πόλιν τὴν ἁγίαν μέχρι τῆς καταστροφῆς αὐτῆς. οὕτω γὰρ τὸ ῥητὸν τὸ ὑποτεταγμένον δείκνυσιν· ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ ἡ δύναμις καὶ τὸ ἅγιον συμπατηθήσεται; καὶ εἶπεν αὐτῷ, ἕως ἑσπέρας καὶ πρωί, ἡμέραι βτ΄, καὶ καθαρθήσεται τὸ ἅγιον. αὗται οὖν αἱ βτ΄ ἡμέραι γίνονται ἔτη ς΄, μῆνες δ΄, ὧν τὸ ἥμισυ κατέσχε Νέρων βασιλεύων, καὶ ἐγένετο ἥμισυ ἑβδομάδος· τὸ δὲ ἥμισυ Οὐεσπεσιανὸς σὺν Ὄθωνι καὶ Γάλβᾳ καὶ Οὐιτελλίῳ. καὶ διὰ τοῦτο λέγει Δανιήλ· μακάριος ὁ φθάσας εἰς ἡμέρας ατλε΄. μέχρι γὰρ τούτων τῶν ἡμερῶν ὁ πόλεμος ἦν, μετὰ δὲ ταῦτα ἐπαύσατο.
21.147
δείκνυται δὲ καὶ οὗτος ὁ ἀριθμὸς ἐκ τοῦ ὑποτεταγμένου κεφαλαίου ἔχοντος ὧδε· καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέρας ασς΄, μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας ατλε΄.
21.147
Φλαύιος δὲ Ἰώσηπος ὁ Ἰουδαῖος ὁ τὰς Ἰουδαϊκὰς συντάξας ἱστορίας καταγαγὼν τοὺς χρόνους φησὶν ἀπὸ Μωυσέως ἕως Δαβὶδ ἔτη γίγνεσθαι φπε΄, ἀπὸ δὲ Δαβὶδ ἕως Οὐεσπεσιανοῦ δευτέρου ἔτους αροθ΄. εἶτα ἀπὸ τούτου μέχρι Ἀντωνίνου δεκάτου ἔτους ἔτη οζ΄, ὡς εἶναι ἀπὸ Μωυσέως ἐπὶ τὸ δέκατον ἔτος Ἀντωνίνου πάντα ἔτη αωλγ΄. ἄλλοι δὲ μέχρι τῆς Κομόδου τελευτῆς ἀριθμήσαντες ἀπὸ Ἰνάχου καὶ Μωυσέως ἔτη ἔφησαν γίνεσθαι αωμβ΄, οἳ δὲ ἁ̣̣̓κα΄, ἐν δὲ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ ἡ ἀπὸ Ἀβραὰμ γενεαλογία μέχρι Μαρίας τῆς μητρὸς τοῦ κυρίου περαιοῦται· γίνονται γάρ, φησίν, ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ γενεαὶ ιδ΄, καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ ιδ΄, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ ὁμοίως ἄλλαι γενεαὶ ιδ΄, τρία διαστήματα μυστικὰ ἓς ἑβδομάσι τελειούμενα.