Book 1
23.154
φασὶ δὲ οἱ μύσται λόγῳ μόνῳ ἀνελεῖν τὸν Αἰγύπτιον, ὥσπερ ἀμέλει ὕστερον Πέτρος ἐν ταῖς Πράξεσι φέρεται τοὺς νοσφισαμένους τῆς τιμῆς τοῦ χωρίου καὶ ψευσαμένους λόγῳ ἀποκτείνας. Ἀρτάπανος γοῦν ἐν τῷ περὶ Ἰουδαίων συγγράμματι ἱστορεῖ κατακλεισθέντα εἰς φυλακὴν Μωυσέα ὑπὸ Χενεφρέους τοῦ Αἰγυπτίων βασιλέως ἐπὶ τῷ παραιτεῖσθαι τὸν λαὸν ἐξ Αἰγύπτου ἀπολυθῆναι, νύκτωρ ἀνοιχθέντος τοῦ δεσμωτηρίου κατὰ βούλησιν τοῦ θεοῦ ἐξελθόντα καὶ εἰς τὰ βασίλεια παρελθόντα ἐπιστῆναι κοιμωμένῳ τῷ βασιλεῖ καὶ ἐξεγεῖραι αὐτόν, τὸν δὲ καταπλαγέντα τῷ γεγονότι κελεῦσαι τῷ Μωυσεῖ τὸ τοῦ πέμψαντος εἰπεῖν ὄνομα θεοῦ καὶ τὸν μὲν προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν, ἀκούσαντα δὲ τὸν βασιλέα ἄφωνον πεσεῖν, διακρατηθέντα δὲ ὑπὸ τοῦ Μωυσέως πάλιν ἀναβιῶναι.