Book 1
25.166
ἔτι τὸ μὲν νομικὸν πρὸς γενέσεως εἶναι, τὸ πολιτικὸν δὲ πρὸς φιλίας καὶ ὁμονοίας ὁ Πλάτων ὠφεληθείς, τοῖς μὲν Νόμοις τὸν φιλόσοφον τὸν ἐν τῇ Ἐπινομίδι συνέταξεν, τὸν τὴν διέξοδον πάσης γενέσεως τῆς διὰ τῶν πλανωμένων εἰδότα, φιλόσοφον δὲ ἄλλον τὸν Τίμαιον, ὄντα ἀστρονομικὸν καὶ θεωρητικὸν τῆς ἐκείνων φορᾶς συμπαθείας τε καὶ κοινωνίας τῆς πρὸς ἄλληλα, ἑπομένως τῇ Πολιτείᾳ συνάπτει, ἔπειτα . τίλος γὰρ οἶμαι τοῦ τε πολιτικοῦ τοῦ τε κατὰ νόμον βιοῦντος ἡ θεωρία· ἀναγκαῖον γοῦν τὸ πολιτεύεσθαι ὀρθῶς, ἄριστον δὲ τὸ φιλοσοφεῖν. ὁ γὰρ νοῦν ἔχων πάντα τὰ αὑτοῦ εἰς γνῶσιν συντείνας βιώσειεν ἄν, κατευθύνας μὲν τὸν βίον ἔργοις ἀγαθοῖς, ἀτιμάσας δὲ τὰ ἐναντία τά τε πρὸς ἀλήθειαν συλλαμβανόμενα μεθέπων μαθήματα. νόμος δέ ἐστιν οὐ τὰ νομιζόμενα (οὐδὲ γὰρ τὰ ὁρώμενα ὅρασις) οὐδὲ δόξα πᾶσα (οὐ γὰρ καὶ ἡ πονηρά), ἀλλὰ νόμος ἐστὶ χρηστὴ δόξα, χρηστὴ δὲ ἡ ἀληθής, ἀληθὴς δὲ ἡ τὸ ὂν εὑρίσκουσα καὶ τούτου τυγχάνουσα· ὁ ὢν δὲ ἐξαπέσταλκέν με, φησὶν ὁ Μωυσῆς. ᾗ τινες ἀκολούθως δηλονότι τῇ χρηστῇ δόξῃ λόγον ὀρθὸν τὸν νόμον ἔφασαν, προστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον.
26.167
Ὅθεν ὁ νόμος εἰκότως εἴρηται διὰ Μωυσέως δεδόσθαι, κανὼν τυγχάνων δικαίων τε καὶ ἀδίκων. καὶ τοῦτον κυρίως θεσμὸν ἂν εἴποιμεν τὸν ὑπὸ θεοῦ διὰ Μωυσέως παραδεδομένον. ἔχει γοῦν τὴν ἀγωγὴν εἰς τὸ θεῖον. λέγει δὲ καὶ ὁ Παῦλος· ὁ νόμος τῶν παραβάσεων χάριν ἐτέθη, ἄχρις ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται. εἶτα οἱονεὶ ἐπεξηγούμενος τὴν διάνοιαν ἐπιφέρει· πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι, φόβῳ δηλαδὴ ἀπὸ ἁμαρτιῶν, εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθήσεσθαι. ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν ἐγίνετο εἰς Χριστόν. ἵνα ἐκ πίστεως δικαιωθῶμεν. ὁ νομοθετικὸς δέ ἐστιν ὁ τὸ προσῆκον ἑκάστῳ μέρει τῆς ψυχῆς καὶ τοῖς τούτων ἔργοις ἀπονέμων, Μωυσῆς δὲ συνελόντι εἰπεῖν νόμος ἔμψυχος ἦν τῷ χρηστῷ λόγῳ κυβερνώμενος.