Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

26.170 ἔπειτα οἱ μὲν πειθόμενοι τῷ νόμῳ τῷ τε γνῶσιν ἔχειν τινὰ αὐτοῦ οὔτ’ ἀπιστεῖν οὔτ’ ἀγνοεῖν δύνανται τὴν ἀλήθειαν, οἱ δὲ ἀπιστοῦντες ἥκιστά τε ἐν τοῖς ἔργοις εἶναι βεβουλημένοι, εἴπερ τινὲς ἄλλοι καὶ οὗτοι ἀγνοεῖν ὁμολογοῦνται τὴν ἀλήθειαν. τίς τοίνυν ἡ ἀπιστία τῶν Ἑλλήνων; μή πῃ βούλεσθαι πείθεσθαι τῇ ἀληθείᾳ φασκούσῃ θεόθεν διὰ Μωυσέως δεδόσθαι τὸν νόμον, ὁπότε γε καὶ αὐτοὶ ἐκ τῶν παρὰ σφίσι τιμῶσι Μωυσῆ. τόν τε Μίνω παρὰ Διὸς δἰ ἐνάτου ἔτους λαμβάνειν τοὺς νόμους ἱστοροῦσι φοιτῶντα εἰς τὸ τοῦ Διὸς ἄντρον, τόν τε αὖ Λυκοῦργον τὰ νομοθετικὰ εἰς Δελφοὺς πρὸς τὸν Ἀπόλλωνα συνεχὲς ἀπιόντα παιδεύεσθαι γράφουσι Πλάτων τε καὶ Ἀριστοτέλης καὶ Ἔφορος, Χαμαιλέων τε ὁ Ἡρακλεώτης ἐν τῷ Περὶ μέθης καὶ Ἀριστοτέλης ἐν τῇ Λοκρῶν πολιτείᾳ Ζάλευκον τὸν Λοκρὸν παρὰ τῆς Ἀθηνᾶς τοὺς νόμους λαμβάνειν ἀπομνημονεύουσιν. οἳ δὲ τὸ ἀξιόπιστον τῆς παρ’ Ἕλλησι νομοθεσίας, ὡς οἷόν τε αὐτοῖς, ἐπαίροντες εἰς τὸ θεῖον κατ’ εἰκόνα τῆς κατὰ τὸν Μωυσέα προφητείας ἀγνώμονες, οὐκ αὐτόθεν ὁμολογοῦντες τήν τε ἀλήθειαν καὶ τὸ ἀρχέτυπον τῶν παρὰ σφίσιν ἱστορουμένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme