Book 1
3.24
ὅθεν οἱ Ἕλληνες καὶ αὐτοὶ τοὺς περὶ ὁτιοῦν πολυπράγμονας σοφοὺς ἅμα καὶ σοφιστὰς παρωνύμως κεκλήκασι. Κρατῖνος γοῦν ἐν τοῖς Ἀρχιλόχοις ποιητὰς καταλέξας ἔφη· οἷον σοφιστῶν σμῆνος ἀνεδιφήσατε. Ἰοφῶν τε ὁμοίως ὡς ὁ κωμικὸς ἐν Αὐλῳδοῖς σατύροις ἐπὶ ῥαψῳδῶν καὶ ἄλλων τινῶν λέγει· καὶ γὰρ εἰσελήλυθεν πολλῶν σοφιστῶν ὄχλος ἐξηρτυμένος. ἐπὶ τούτων καὶ τῶν παραπλησίων ὅσοι τοὺς κενοὺς μεμελετήκασι λόγους ἡ θεία γραφὴ παγκάλως λέγει· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.
4.25
Ὅμηρος δὲ καὶ τέκτονα σοφὸν καλεῖ καὶ περὶ τοῦ Μαργίτου, εἰ δὴ αὐτοῦ, ὧδέ πως γράφει· τὸν δ’ οὔτ’ ἂρ σκαπτῆρα θεοὶ θέσαν οὔτ’ ἀροτῆρα, οὔτ’ ἄλλως τι σοφόν, πάσης δ’ ἡμάρτανε τέχνης. Ἡσίοδος γὰρ τὸν κιθαριστὴν Λίνον παντοίας σοφίας δεδαηκότα εἰπών καὶ ναύτην οὐκ ὀκνεῖ λέγειν σοφόν, οὔτε τι ναυτιλίης σεσοφισμένον γράφων. Δανιὴλ δὲ ὁ προφήτης τὸ μυστήριον φησὶν ὃ ὁ βασιλεὺς ἐρωτᾷ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, Γαζαρηνῶν δύναμις τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ, ἀλλ’ ἔστι θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων. καὶ δὴ τοὺς Βαβυλῶνος σοφοὺς προσαγορεύει. ὅτι δὲ σοφίαν ὁμωνύμως καλεῖ ἡ γραφὴ πᾶσαν τὴν κοσμικὴν εἴτε ἐπιστήμην εἴτε τέχνην, πολλαὶ δέ εἰσιν αἱ κατ’ ἐπισύνθεσιν ἀνθρωπίνῳ λογισμῷ ἐπινενοημέναι, καὶ ὡς θεόθεν ἡ τεχνικὴ καὶ ἡ σοφὴ ἐπίνοια, σαφὲς ἔσται παραθεμένοις τήνδε τὴν λέξιν· καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων· ἰδοὺ ἀνακέκληκα τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρί, τὸν Ὤρ, τῆς φυλῆς Ἰούδα, καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ, διανοεῖσθαι καὶ ἀρχιτεκτονῆσαι. ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκόν, καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον, καὶ τὰ λιθουργικὰ καὶ τεκτονικὴν τῶν ξύλων, ἐργάζεσθαι ἕως κατὰ πάντα τὰ ἔργα.