Book 1
4.26
ἔπειτα ἐπιφέρει καθολικὸν δὴ λόγον· καὶ παντὶ τῷ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, τουτέστιν τῷ οἵῳ τε ἐπιδέξασθαι πόνῳ καὶ συνασκήσει. πάλιν τε αὖ διαρρήδην ἐξ ὀνόματος κυρίου γέγραπται· καὶ σὺ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ. οὕς ἐνέπλησα πνεῦμα αἰσθήσεως· ἔχουσι μέν τι οἰκεῖον φύσεως ἰδίωμα οἱ σοφοὶ τῇ διανοίᾳ, λαμβάνουσι δὲ πνεῦμα αἰσθήσεως παρὰ τῆς κυριωτάτης σοφίας διττόν, ἐπιτηδείους σφᾶς αὐτοὺς παραστήσαντες. οἱ μὲν γὰρ τὰς βαναύσους μετιόντες τέχνας τοῦ περὶ τὰς αἰσθήσεις ἀπολαύουσι περιττοῦ, ἀκοῆς μὲν ὁ κοινῶς λεγόμενος μουσικός, ἁφῆς δὲ ὁ πλαστικός, καὶ φωνῆς ὁ ᾠδικός, ὀσφρήσεως ὁ μυρεψικός, ὄψεως ὁ τῶν ἐν ταῖς σφραγῖσιν ἐντυπωμάτων τορευτικός. οἱ δὲ ἀμφὶ τὴν παιδείαν διατρίβοντες τὴν συναίσθησιν χορηγοῦνται, καθ’ ἣν τῶν μέτρων οἱ ποιηταὶ καὶ τῆς λέξεως οἱ σοφισταὶ καὶ τῶν συλλογισμῶν οἱ διαλεκτικοὶ καὶ οἱ φιλόσοφοι τῆς κατ’ αὐτοὺς θεωρίας ἀντιλαμβάνονται. εὑρετικὸν γὰρ καὶ ἐπινοητικὸν ἡ συναίσθησις ἐπιβάλλειν πιθανῶς ἀναπείθουσα, συναύξει δὲ τὴν ἐπιβολὴν ἡ εἰς ἐπιστήμην συνάσκησις.
4.27
εἰκότως τοίνυν ὁ ἀπόστολος πολυποίκιλον εἴρηκεν τὴν σοφίαν τοῦ θεοῦ, πολυμερῶς καὶ πολυτρόπως, διὰ τέχνης, διὰ ἐπιστήμης, διὰ πίστεως, διὰ προφητείας, τὴν ἑαυτῆς ἐνδεικνυμένην δύναμιν εἰς τὴν ἡμετέραν εὐεργεσίαν, ὅτι πᾶσα σοφία παρὰ κυρίου καὶ μετ’ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα, ᾗ φησιν ἡ τοῦ Ἰησοῦ σοφία. ἐὰν γὰρ τὴν φρόνησιν τήν τε αἴσθησιν ἐπικαλέσῃ μεγάλῃ τῇ φωνῇ καὶ ζητήσῃς αὐτὴν ὥσπερ ἀργυρίου θησαυροὺς καὶ προθύμως ἐξιχνιάσῃς, νοήσεις θεοσέβειαν καὶ αἴσθησιν θείαν εὑρήσεις, πρὸς ἀντιδιαστολὴν τῆς κατὰ φιλοσοφίαν αἰσθήσεως εἴρηκεν ὁ προφήτης, ἣν μεγαλοφυῶς καὶ μεγαλοπρεπῶς ἐξερευνᾶν διδάσκει εἰς τὴν ἐπὶ τὴν θεοσέβειαν προκοπήν. ἀντέθηκεν οὖν αὐτῇ τὴν ἐν θεοσεβείᾳ αἴσθησιν, τὴν γνῶσιν αἰνισσόμενος καὶ τάδε λέγων· ὁ γὰρ θεὸς δίδωσι σοφίαν ἐκ τοῦ ἑαυτοῦ στόματος αἴσθησίν τε ἅμα καὶ φρόνησιν, καὶ θησαυρίζει δικαίοις βοήθειαν· τοῖς γὰρ ὑπὸ φιλοσοφίας δεδικαιωμένοις βοήθεια θησαυρίζεται καὶ ἡ εἰς θεοσέβειαν συναίσθησις.