Book 1
11.51
ἀλλὰ καὶ οἱ Στωϊκοί, ὧν καὶ αὐτῶν μέμνηται, σῶμα ὄντα τὸν θεὸν διὰ τῆς ἀτιμοτάτης ὕλης πεφοιτηκέναι λέγουσιν, οὐ καλῶς. παράδοσιν δὲ ἀνθρωπίνην τὴν λογικὴν τερθρείαν λέγει. διὸ κἀκεῖνα ἐπιστέλλει· τὰς νεωτέρας ζητήσεις φεύγετε· μειρακιώδεις γὰρ αἱ τοιαῦται φιλονεικίαι. ἀρετὴ δὲ οὐ φιλομειράκιον, ὁ φιλόσοφος λέγει Πλάτων· καὶ τὸ ἀγώνισμα ἡμῶν κατὰ τὸν Λεοντῖνον Γοργίαν διττῶν δὲ ἀρετῶν δεῖται, τόλμης καὶ σοφίας· τόλμης μὲν τὸ κίνδυνον ὑπομεῖναι, σοφίας δὲ τὸ αἴνιγμα γνῶναι. ὁ γάρ τοι λόγος καθάπερ τὸ κήρυγμα τὸ Ὀλυμπίασι καλεῖ μὲν τὸν βουλόμενον, στεφανοῖ δὲ τὸν δυνάμενον.
11.51
Ἀκίνητον μὲν οὖν πρὸς ἀλήθειαν καὶ τῷ ὄντι ἀργὸν οὐ βούλεται εἶναι τὸν πιστεύσαντα ὁ λόγος· ζητεῖτε γὰρ καὶ εὑρήσετε λέγει, ἀλλὰ τὴν ζήτησιν εἰς εὕρεσιν περαιοῖ, τὴν κενὴν ἐξελάσας φλυαρίαν, ἐγκρίνων δὲ τὴν ὀχυροῦσαν τὴν πίστιν ἡμῖν θεωρίαν. τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ, φησὶν ὁ ἀπόστολος, διακρίνειν δηλονότι τὰ ὑπ’ αὐτῶν λεγόμενα μεμαθηκόσι καὶ ἀπαντᾶν πρὸς τὰ ἐπιφερόμενα δεδιδαγμένοις.