Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

11.53 διὰ τοῦτο προσεύχομαι, φησίν, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα· ἐπεὶ ὅτε ἦμεν νήπιοι, φησὶν ὁ αὐτὸς ἀπόστολος, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι. ὁ δὲ νήπιος, κἂν κληρονόμος ᾖ, οὐδὲν δούλου διαφέρει ἄχρι τῆς προθεσμίας τοῦ πατρός. νήπιοι οὖν καὶ οἱ φιλόσοφοι, ἐὰν μὴ ὑπὸ τοῦ Χριστοῦ ἀπανδρωθῶσιν. εἰ γὰρ οὐ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας, ἀλλὰ γοῦν σπέρμα ἐστὶν Ἀβραάμ, τὸ μὴ ἐξ ἐπαγγελίας τὸ ἴδιον εἰληφὸς δωρεάν. τελείων δέ ἐστιν ἡ στερεὰ τροφή τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος ὤν καὶ μηδέπω ἐπιστάμενος τὸν λόγου καθ’ ὅν πεπίστευκέ τε καὶ ἐνεργεῖ, μηδὲ ἀποδοῦναι δυνάμενος τὴν αἰτίαν ἐν αὑτῷ. πάντα δὲ δοκιμάζετε, ὁ ἀπόστολός φησι, καὶ τὸ καλὸν κατέχετε, τοῖς πνευματικοῖς λέγων τοῖς ἀνακρίνουσι πάντα κατὰ ἀλήθειαν τὰ λεγόμενα, πότερον δοκεῖ ἢ ὄντως ἔχεται τῆς ἀληθείας.
11.54 παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται, καὶ αἱ πληγαὶ καὶ οἱ ἔλεγχοι διδόασι παιδείαν σοφίας, οἱ μετ’ ἀγάπης δηλονότι ἔλεγχοι· καρδία γὰρ εὐθεῖα ἐκζητεῖ γνῶσιν, ὅτι ὁ ζητῶν τὸν θεὸν εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον. καὶ γνώσομαι, φησίν, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν, τοὺς δοκησισόφους καὶ οἰομένους εἶναι, οὐκ ὄντας δὲ σοφοὺς ἐπιρραπίζων γράφει. οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ , οὐ τῷ ἀληθεῖ. ἀλλὰ καθ’ ὑπόληψιν πιθανῷ, ἐν δυνάμει δὲ εἶπεν· μόνη γὰρ ἡ ἀλήθεια δυνατή. καὶ πάλιν· εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὸ δεῖ γνῶναι· οὐ γάρ ποτε ἡ ἀλήθεια οἴησις, ἀλλ’ ἡ μὲν ὑπόληψις τῆς γνώσεως φυσιοῖ καὶ τύφου ἐμπίπλησιν, οἰκοδομεῖ δὲ ἡ ἀγάπη, μὴ περὶ τὴν οἴησιν, ἀλλὰ περὶ τὴν ἀλήθειαν ἀναστρεφομένη. ὅθεν εἴ τις ἀγαπᾷ, οὗτος ἔγνωσται λέγει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme