Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

14.60 Τὸ μὲν οὖν γνῶθι σαυτὸν οἳ μὲν Χίλωνος ὑπειλήφασι, Χαμαιλέων δὲ ἐν τῷ περὶ θεῶν Θαλοῦ, Ἀριστοτέλης δὲ τῆς Πυθίας. δύναται δὲ τὴν δὲ τὴν γνῶσιν ἐγκελεύεσθαι μεταδιώκειν. οὐκ ἔστι γὰρ ἄνευ τῆς τῶν ὅλων οὐσίας εἰδέναι τὰ μέρη· δεῖ δὴ τὴν γένεσιν τοῦ κόσμου πολυπραγμονῆσαι, δἰ ἧς καὶ τὴν τοῦ ἀνθρώπου φύσιν καταμαθεῖν ἐξέσται.
14.61 πάλιν αὖ Χίλωνι τῷ Λακεδαιμονίῳ ἀναφέρουσι τὸ μηδὲν ἄγαν· Στράτων δὲ ἐν τῷ περὶ εὑρημάτων Σωδάμῳ τῷ Τεγεάτῃ προσάπτει τὸ ἀπόφθεγμα, Δίδυμος δὲ Σόλωνι αὐτὸ ἀνατίθησιν, ὥσπερ ἀμέλει Κλεοβούλῳ τὸ μέτρον ἄριστον. τὸ δ’ ἐγγύα, πάρα δ’ ἄτα Κλεομένης μὲν ἐν τῷ περὶ Ἡσιόδου Ὁμήρῳ φησὶ προειρῆσθαι διὰ τούτων· δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι· οἳ δὲ περὶ Ἀριστοτέλη Χίλωνος αὐτὸ νομίζουσι, Δίδυμος δὲ Θαλοῦ φησιν εἶναι τὴν παραίνεσιν. ἔπειτα ἑξῆς τὸ πάντες ἄνθρωποι κακοὶ ἢ οἱ πλεῖστοι τῶν ἀνθρώπων κακοὶ (διχῶς γὰρ ἐκφέρεται τὸ αὐτὸ ἀπόφθεγμα) οἱ περὶ Σωτάδαν τὸν Βυζάντιον Βίαντος λέγουσιν εἶναι, καὶ τὸ μελέτη πάντα καθαιρεῖ Περιάνδρου τυγχάνειν βούλονται, ὁμοίως δὲ τὴν γνῶθι καιρὸν παραίνεσιν Πιττακοῦ καθεστάναι. ὁ μὲν οὖν Σόλων Ἀθηναίοις, Πιττακὸς δὲ Μιτυληναίοις ἐνομοθέτησαν. ὀψὲ δὲ Πυθαγόρας ὁ Φερεκύδου γνώριμος φιλόσοφον ἑαυτὸν πρῶτος ἀνηγόρευσεν.
14.62 Φιλοσοφίας τοίνυν μετὰ τοὺς προειρημένους ἄνδρας τρεῖς γεγόνασι διαδοχαὶ ἐπώνυμοι τῶν τόπων περὶ οὓς διέτριψαν, Ἰταλικὴ μὲν ἡ ἀπὸ Πυθαγόρου, Ἰωνικὴ δὲ ἡ ἀπὸ Θαλοῦ, Ἐλεατικὴ ἡ ἀπὸ Ξενοφάνους. Πυθαγόρας μὲν οὖν Μνησάρχου Σάμιος, ὥς φησιν Ἱππόβοτος, ὡς δὲ Ἀριστόξενος ἐν τῷ Πυθαγόρου βίῳ καὶ † Ἀρίσταρχος καὶ Θεόπομπος, Τυρρηνὸς ἦν. ὡς δὲ Νεάνθης. Σύριος ἢ Τύριος, ὥστε εἶναι κατὰ τοὺς πλείστους τὸν Πυθαγόραν βάρβαρον τὸ γένος. ἀλλὰ καὶ Θαλῆς, ὡς Λέανδρος καὶ Ἡρόδοτος ἱστοροῦσι, Φοῖνιξ ἦν, ὡς δέ τινες ὑπειλήφασι, Μιλήσιος. μόνος οὗτος δοκεῖ τοῖς τῶν Αἰγυπτίων προφήταις συμβεβληκέναι, διδάσκαλος δὲ αὐτοῦ οὐδεὶς ἀναγράφεται, ὥσπερ οὐδὲ Φερεκύδου τοῦ Συρίου, ᾧ Πυθαγόρας ἐμαθήτευσεν.
14.63 ἀλλ’ ἡ μὲν ἐν Μεταποντίῳ τῆς Ἰταλίας ἡ κατὰ Πυθαγόραν φιλοσοφία ἡ Ἰταλικὴ κατεγήρασεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme