Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

15.69 Ἱστορεῖται δὲ Πυθαγόρας μὲν Σώγχιδι τῷ Αἰγυπτίῳ ἀρχιπροφήτῃ μαθητεῦσαι, Πλάτων δὲ Σεχνούφιδι τῷ Ἡλιοπολίτῃ, Εὔδοξος δὲ ὁ Κνίδιος Κονούφιδι τῷ καἰ αὐτῷ Αἰγυπτίῳ. ἐν δὲ τῷ περὶ ψυχῆς Πλάτων πάλιν προφητείαν γνωρίζων φαίνεται, προφήτην εἰσάγων τὸν τῆς Λαχέσεως λόγον ἐξαγγέλλοντα πρὸς τὰς κληρουμένας ψυχὰς καὶ προθεσπίζοντα. κἀν τῷ Τιμαίῳ τὸν σοφώτατον Σόλωνα μανθάνοντα εἰσάγει πρὸς τοῦ βαρβάρου. ἔχει δὲ τὰ τῆς λέξεως ὧδε· ὦ Σόλων, Σόλων, Ἕλληνες ὑμεῖς αἰεὶ παῖδές ἐστε, γέρων δὲ Ἕλλην οὐδείς· οὐ γὰρ ἔχετε μάθημα χρόνῳ πολιόν. Δημόκριτος γὰρ τοὺς Βαβυλωνίους λόγους † ἠθικοὺς πεποίηται· λέγεται γὰρ τὴν Ἀκικάρου στήλην ἑρμηνευθεῖσαν τοῖς ἰδίοις συντάξαι συγγράμμασι κἄστιν ἐπισημήνασθαι παρ’ αὐτοῦ, τάδε λέγει Δημόκριτος γράφοντος. ναὶ μὴν καὶ περὶ αὑτοῦ ᾗ σεμνυνόμενός φησί που ἐπὶ τῇ πολυμαθίᾳ· ἐγὼ δὲ τῶν κατ’ ἐμαυτὸν ἀνθρώπων γῆν πλείστην ἐπεπλανησάμην, ἱστορέων τὰ μήκιστα, καὶ ἀέρας τε καὶ γέας πλείστας εἶδον, καὶ λογίων ἀνθρώπων πλείστων ἐπήκουσα, καὶ γραμμέων συνθέσι μετὰ ἀποδείξεως οὐδείς κώ με παρήλλαξεν, οὐδ’ οἱ Αἰγυπτίων καλεόμενοι Ἁρπεδονάπται, σὺν τοῖς δ’ ἐπὶ πᾶσιν ἐπ’ ἔτἐ ὀγδώκοντα ἐπὶ ξείνης ἐγενήθην. ἐπῆλθε γὰρ Βαβυλῶνά τε καὶ Περσίδα καὶ Αἴγυπτον τοῖς τε Μάγοις καὶ τοῖς ἱερεῦσι μαθητεύων. Ζωροάστρην δὲ τὸν Μάγον τὸν Πέρσην ὁ Πυθαγόρας ἐζήλωσεν, καὶ βίβλους ἀποκρύφους τἀνδρὸς τοῦδε οἱ τὴν Προδίκου μετιόντες αἵρεσιν αὐχοῦσι κεκτῆσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme