Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

17.84 ἀλλ’ ἀκουσίου τῆς κακίας οὔσης. ὅθεν ὁ μὲν κωλύσας αἴτιος, ὁ δὲ μὴ κωλύσας τὴν αἵρεσιν τῆς ψυχῆς κρίνει δικαίως, ἵν’ ὅτι μάλιστα ὁ θεὸς μένῃ ἡμῖν κακίας ἀναίτιος. ἐπεὶ δὲ τῶν ἁμαρτημάτων προαίρεσις καὶ ὁρμὴ κατάρχει, διημαρτημένη δὲ ὑπόληψις ἔσθ’ ὅτε κρατεῖ, ἧς. ἀγνοίας καὶ ἀμαθίας οὔσης, ὀλιγωροῦμεν ἀποστῆναι, εἰκότως ἂν κολάσειε (καὶ γὰρ τὸ πυρέττειν ἀκούσιον· ἀλλ’ ὅταν δἰ ἑαυτόν τις καὶ δἰ ἀκρασίαν πυρέττῃ. αἰτιώμεθα τοῦτον) ὣς δὲ καὶ τῆς κακίας ἀκουσίου οὔσης· οὐ γὰρ αἱρεῖταί τις κακὸν ᾗ κακόν, τῇ δὲ περὶ αὐτὸ ἡδονῇ συναπαγόμενος, ἀγαθὸν ὑπολαβών, ληπτὸν ἡγεῖται. ὧν οὕτως ἐχόντων τὸ ἀπαλλάττεσθαι τῆς τε ἀγνοίας τῆς τε αἱρέσεως τῆς φαύλης καὶ ἐπιτερποῦς καὶ πρὸ τούτων τὸ μὴ συγκατατίθεσθαι ταῖς ἀπατηλαῖς ἐκείναις φαντασίαις ἀπόκειται ἐφ’ ἡμῖν. λῃστὴς δὲ καὶ κλέπτης ὁ διάβολος λέγεται ψευδοπροφήτας ἐγκαταμίξας τοῖς προφήταις, καθάπερ τῷ πυρῷ τὰ ζιζάνια. πάντες οὖν οἱ πρὸ κυρίου κλέπται καὶ λῃσταί, οὐχ ἁπλῶς πάντες ἄνθρωποι, πάντες δὲ οἱ ψευδοπροφῆται καὶ πάντες οἱ μὴ κυρίως ὑπ’ αὐτοῦ ἀποσταλέντες.
17.85 Εἶχον δὲ καὶ οἱ ψευδοπροφῆται τὸ κλέμμα, τὸ ὄνομα τὸ προφητικόν, προφῆται ὄντες, ἀλλὰ τοῦ ψεύστου. λέγει γὰρ ὁ κύριος· ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ. ἐν δὲ τοῖς ψεύδεσι καὶ ἀληθῆ τινα ἔλεγον οἱ ψευδοπροφῆται, καὶ τῷ ὄντι οὗτοι ἐν ἐκστάσει προεφήτευον ὡς ἂν ἀποστάτου διάκονοι. λέγει δὲ καὶ ὁ ποιμήν, ὁ ἄγγελος τῆς μετανοίας τῷ Ἑρμᾷ περὶ τοῦ ψευδοπροφήτου· τινὰ γὰρ ῥήματα ἀληθῆ λαλεῖ· ὁ γὰρ διάβολος αὐτὸν πληροῖ τῷ ἑαυτοῦ πνεύματι, εἴ τινα δυνήσεται ῥῆξαι τῶν δικαίων. πάντα μὲν οὖν οἰκονομεῖται ἄνωθεν εἰς καλόν, ἵνα γνωρισθῇ διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, κατὰ πρόγνωσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ. τῷ θεῷ δὲ οὐδὲν ἀντίκειται οὐδὲ ἐναντιοῦταί τι αὐτῷ, κυρίῳ καὶ παντοκράτορι ὄντι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme