Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

17.86 ἀλλὰ καὶ αἱ τῶν ἀποστατησάντων βουλαί τε καὶ ἐνέργειαι, μερικαὶ οὖσαι, γίνονται μὲν ἐκ φαύλης διαθέσεως, καθάπερ καὶ αἱ νόσοι αἱ σωματικαί· κυβερνῶνται δὲ ὑπὸ τῆς καθόλου προνοίας ἐπὶ τέλος ὑγιεινόν, κἂν νοσοποιὸς ᾖ ἡ αἰτία. μέγιστον γοῦν τῆς θείας προνοίας τὸ μὴ ἐᾶσαι τὴν ἐξ ἀποστάσεως ἑκουσίου φυεῖσαν κακίαν ἄχρηστον καὶ ἀνωφελῆ μένειν μηδὲ μὴν κατὰ πάντα βλαβερὰν αὐτὴν γενέσθαι· τῆς γὰρ θείας σοφίας καὶ ἀρετῆς καὶ δυνάμεως ἔργον ἐστὶν οὐ μόνον τὸ ἀγαθοποιεῖν (φύσις γὰρ ὡς εἰπεῖν αὕτη τοῦ θεοῦ ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν), ἀλλὰ κἀκεῖνο μάλιστα τὸ διὰ κακῶν τῶν ἐπινοηθέντων πρός τινων ἀγαθόν τι καὶ χρηστὸν τέλος ἀποτελεῖν καὶ ὠφελίμως τοῖς δοκοῦσι φαύλοις χρῆσθαι καθάπερ καὶ τῷ ἐκ πειρασμοῦ μαρτυρίῳ.
17.87 ἔστιν οὖν κἀν φιλοσοφίᾳ, τῇ κλαπείσῃ καθάπερ ὑπὸ Προμηθέως, πῦρ ὀλίγον εἰς φῶς ἐπιτήδειον χρησίμως ζωπυρούμενον, ἴχνος τι σοφίας καὶ κίνησις περὶ θεοῦ. ταύτῃ δ’ ἂν εἶεν κλέπται καὶ λῃσταὶ οἱ παρ’ Ἕλλησι φιλόσοφοι, καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας παρὰ τῶν Ἑβραϊκῶν προφητῶν μέρη τῆς ἀληθείας οὐ κατ’ ἐπίγνωσιν λαβόντες, ἀλλ’ ὡς ἴδια σφετερισάμενοι δόγματα, καὶ τὰ μὲν παραχαράξαντες, τὰ δὲ ὑπὸ περιεργίας ἀμαθῶς σοφισάμενοι, τὰ δὲ καὶ ἐξευρόντες· ἴσως γὰρ καὶ πνεῦμα αἰσθήσεως ἐσχήκασιν. ὡμολόγησε δὲ καὶ Ἀριστοτέλης τῇ γραφῇ, κλεπτικὴν σοφίας τὴν σοφιστικὴν εἰπών, ὡς προεμηνύσαμεν. ὁ δὲ ἀπόστολος ἃ καὶ λαλοῦμεν λέγει οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος.ἐπὶ μὲν γὰρ τῶν προφητῶν πάντεςφησὶν ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν, δηλονότι τοῦ Χριστοῦ. ὥστε οὐ κλέπται οἱ προφῆται. καὶ ἡ διδαχὴ ἡ ἐμὴ οὐκ ἔστιν ἐμὴ ὁ κύριος λέγει, ἀλλὰ τοῦ πέμψαντός με πατρός. ἐπὶ δὲ τῶν κλεπτόντων ὁ δὲ ἀφ’ ἑαυτοῦ φησὶ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ. τοιοῦτοι δὲ οἱ Ἕλληνες φίλαυτοι καὶ ἀλαζόνες. σοφοὺς δὲ αὐτοὺς λέγουσα ἡ γραφὴ οὐ τοὺς ὄντως σοφοὺς διαβάλλει, ἀλλὰ τοὺς δοκησισόφους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme