Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

19.92 ἀπέστειλα οὖν διὰ τοῦτό σε εἰς τὰ ἔθνη, ἀνοῖξαι, φησίν, ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. οὗτοι οὖν οἱ ἀνοιγόμενοι τυφλῶν ὀφθαλμοὶ ἡ δἰ υἱοῦ ἐπίγνωσίς ἐστι τοῦ πατρός, ἡ τῆς περιφράσεως τῆς Ἑλληνικῆς κατάληψις, τό τε ἀπὸ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπιστρέψαι τὸ ἀπὸ τῆς ἁμαρτία ἐστὶ μεταβάλλεσθαι, δἰ ἣν ἡ δουλεία ἐγεγόνει. οὐ μὴν ἁπλῶς πᾶσαν φιλοσοφίαν ἀποδεχόμεθα, ἀλλ’ ἐκείνην περὶ ἧς καὶ ὁ παρὰ Πλάτωνι λέγει Σωκράτης· εἰσὶ γὰρ δή, ὥς φασι οἱ περὶ τὰς τελετάς, ναρθηκοφόροι μὲν πολλοί, βάκχοι δέ τε παῦροι, πολλοὺς μὲν τοὺς κλητούς, ὀλίγους δὲ τοὺς ἐκλεκτοὺς αἰνιττόμενος. ἐπιφέρει γοῦν σαφῶς· οὗτοι δέ εἰσι κατὰ τὴν ἐμὴν δόξαν οὐκ ἄλλοι ἢ οἱ πεφιλοσοφηκότες ὀρθώς. ὧν δὴ κἀγὼ κατά γε τὸ δυνατὸν οὐδὲν ἀπέλιπον ἐν τῷ βίῳ, ἀλλὰ παντὶ τρόπῳ προὐθυμήθην γενέσθαι. εἰ δὲ ὀρθῶς προὐθυμήθην καί τι ἠνύσαμεν, ἐκεῖσε ἐλθόντες τὸ σαφὲς εἰσόμεθα, ἐὰν θεὶς θέλῃ, ὀλίγον ὕστερον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme