Book 1
1.9
Ὁ μὲν οὖν πρὸς παρόντας λέγων καὶ χρόνῳ δοκιμάζει καὶ κρίσει δικάζει καὶ διακρίνει τῶν ἄλλων τὸν οἷόν τε ἀκούειν, ἐπιτηρῶν τοὺς λόγους, τοὺς τρόπους, τὰ ἤθη, τὸν βίον, τὰς κινήσεις, τὰς σχέσεις, τὸ βλέμμα, τὸ φθέγμα, τὴν τρίοδον, τὴν πέτραν, τὴν πατουμένην ὁδόν, τὴν καρποφόρον γῆν, τὴν ὑλομανοῦσαν χώραν, τὴν εὔφορον καὶ καλὴν καὶ γεωργουμένην, τὴν πολυπλασιάσαι τὸν σπόρον δυναμένην. ὁ δὲ δἰ ὑπομνημάτων λαλῶν πρὸς τὸν θεὸν ἀφοσιοῦται ταῦτα κεκραγὼς ἐγγράφως, μὴ κέρδους ἕνεκα, μὴ κενοδοξίας χάριν, μὴ προσπαθείᾳ νικᾶσθαι, μὴ φόβῳ δουλοῦσθαι, μὴ ἡδονῇ ἐπαίρεσθαι, μόνης δὲ τῆς τῶν ἐντυγχανόντων ἀπολαύειν σωτηρίας, ἧς οὐδὲ κατὰ τὸ παρὸν μεταλαμβάνει, ἀλλὰ ἐλπίδι ἀπεκδεχόμενος τὴν ἀποδοθησομένην πάντως ἀμοιβὴν παρὰ τοῦ τὸν μισθὸν τοῖς ἐργάταις κατ’ ἀξίαν ἀποδώσειν ὑπεσχημένου. ἀλλ’ οὐδὲ ἀντιμισθίας ἐφίεσθαι χρὴ τῷ εἰς ἄνδρας ἐγγραφομένῳ. οὐ γὰρ ὁ μὲν καυχησάμενος εὐποιίαν τὴν ἀμοιβὴν ἀπείληφεν δἰ εὐδοξίας, ὁ δὲ τῶν προσηκόντων δἰ ἀντιμισθίαν πράσσων τι, ἤτοι ὡς εὐεῥ̣̣̓γὸς σπεύδων ἀπολαβεῖν ἢ ὡς κακοεργὸς τὴν ἀμοιβὴν περιιστάμενος, οὐχὶ τῇ κοσμικῇ ἐνέχεται συνηθεία; δεῖ δὲ ὡς οἷόν τε τὸν κύριον μιμεῖσθαι. οὗτος δ’ ἂν εἴη ὁ τῷ θελήματι τοῦ θεοῦ ἐξυπηρετῶν, δωρεὰν λαβών, δωρεὰν διδούς, μισθὸν ἀξιόλογον ἀπολαμβάνων τὴν πολιτείαν αὐτήν οὐκ εἰσελεύσεται δὲ εἰς τὰ ἅγια μίσθωμα πόρνης φησίν.