Book 1
20.98
τοῦτόν φαμεν τὸν τρόπον μιᾶς καὶ τῆς αὐτῆς δραχμῆς τῷ μὲν ναυκλήρῳ δοθείσης λέγεσθαι ναῦλον, τῷ δὲ τελώνῃ τέλος καὶ ἐνοίκιον μὲν τῶ σταθμούχῳ, μισθὸν δὲ τῷ διδασκάλῳ καὶ τῶ πιπράσκοντι ἀρραβῶνα. ἑκάστη δὲ εἴτε ἀρετὴ εἴτε καὶ ἀλήθεια συνωνύμως καλουμένη μόνου τοῦ καθ’ ἑαυτὴν ἀποτελέσματός ἐστιν αἰτία. κατὰ σύγχρησιν δὲ τούτων γίνεται τὸ εὐδαιμόνως ζῆν (μὴ γὰρ δὴ εὐδαιμονῶμεν πρὸς τὰ ὀνόματα), ὅταν τὸν ὀρθὸν βίον εὐδαιμονίαν λέγωμεν καὶ εὐδαίμονα τὸν κεκοσμημένον τὴν ψυχὴν ἐναρέτως. εἰ δὲ καὶ πόρρωθεν συλλαμβάνεται φιλοσοφία πρὸς τὴν ἀληθείας εὕρεσιν, κατὰ διαφόρους ἐπιβολὰς διατείνουσα ἐπὶ τὴν προσεχῶς ἁπτομένην τῆς ἀληθείας τὴν καθ’ ἡμᾶς εἴδησιν, ἀλλὰ συλλαμβάνεταί γε τῶ λογικῶς ἐπιχειρεῖν ἐσπουδακότι ἀνθάπτεσθαι γνώσεως. χωρίζεται δὲ ἡ Ἑλληνικὴ ἀλήθεια τῆς καθ’ ἡμᾶς, εἰ καὶ τοῦ αὐτοῦ μετείληφεν ὀνόματος. καὶ μεγέθει γνώσεως καὶ ἀποδείξει κυριωτέρᾳ καὶ θεία δυνάμει καὶ τοῖς ὁμοίοις· θεοδίδακτοι γὰρ ἡμεῖς, ἱερὰ ὄντως, γράμματα παρὰ τῷ υἱῷ τοῦ θεοῦ παιδευόμενοι· ἔνθεν οὐδ’ ὡσαύτως κινοῦσι τὰς ψυχάς, ἀλλὰ διαφόρῳ διδασκαλίᾳ.