Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

21.113 καὶ μετὰ ταῦτα ἐβασίλευσε Σολομὼν υἱὸς Δαβὶδ ἔτη τεσσαράκοντα. διαμένει ἐπὶ τούτου Νάθαν προφητεύων, ὃς καὶ παρεκάλει αὐτὸν περὶ τῆς τοῦ ναοῦ οἰκοδομῆς· ὁμοίως καὶ Ἀχίας ἐκ Σηλὼμ προφητεύει, ἦσαν δὲ καὶ οἱ βασιλεῖς ἄμφω, ὃ τε Δαβὶδ ὅ τε Σολομών, προφῆται. Σαδὼν δὲ ὁ ἀρχιερεὺς πρῶτος ἐν τῷ ναῷ, ὃν ᾠκοδόμησε Σολομών, ἱεράτευσεν, ὄγδοος ὢν ἀπὸ Ἀαρὼν τοῦ πρώτου ἀρχιερέως. γίνονται οὖν ἁπὸ Μωυσέως ἐπὶ τὴν Σολομῶνος ἡλικίαν, ὡς μέν τινές φασιν, ἔτη πεντακόσια ἐνενήκοντα πέντε, ὡς δὲ ἕτεροι, πεντακόσια ἑβδομήκοντα ἕξ. εἰ δέ τις τοῖς ἀπὸ Ἰησοῦ μέχρι Δαβὶδ τετρακοσίοις πεντήκοντα ἔτεσι συγκαταριθμήσαι τὰ τῆς Μωυσέως στρατηίας τεσσαράκοντα καὶ τὰ ἄλλα τὰ ὀγδοήκοντα ἔτη, ἃ γεγόνει ὁ Μωυσῆς πρὸ τοῦ τὴν ἔξοδον τοῖς Ἑβραίοις ἀπὸ Αἰγύπτου γεγονέναι, προσθείη τε τούτοις τά τῆς βασιλείας τῆς Δαβὶδ τεσσαράκοντα ἔτη, συνάξει ἔτη τὰ πάντα ἑξακόσια δίκα.
21.114 ἀκριβέστερον δὲ ἡ καθ’ ἡμᾶς χρονογραφία πρόεισιν, εἰ τοῖς πεντακοσίοις εἴκοσι καὶ τρισὶ καὶ μησὶν ἑπτὰ μέχρι τῆς Δαβὶδ τελευτῆς προσθείη τις τά τε τοῦ Μωυσέως ἑκατὸν εἴκοσι ἔτη τά τε τοῦ Σολομῶνος τεσσαράκοντα· συνάξει γὰρ τὰ πάντα ἐπὶ τὴν Σολομῶνος τελευτὴν ἔτη ἑξακόσια ὀγδοήκοντα τρία μῆνας ἑπτά. Εἴραμος τὴν ἑαυτοῦ θυγατέρα Σολομῶνι δίδωσι καθ’ οὓς χρόνος μετὰ τὴν Τροίας ἅλωσιν Μενελάῳ εἰς Φοινίκην ἄφιξις, ὥς φησι Μένανδρος ὁ Περγαμηνὸς καὶ Λαῖτος ἐν τοῖς Φοινικικοῖς. μετὰ δὲ Σολομῶνα βασιλεύει Ῥοβοὰμ υἱὸς αὐτοῦ ἔτη ἑπτακαίδεκα, καὶ ἦν ἀρχιερεὺς Ἀβιμέλεχ ὁ τοῦ Σαδώκ. ἐπὶ τούτου μερισθείσης τῆς βασιλείας ἐν Σαμαρείᾳ βασιλεύει Ἱεροβοὰμ ἐκ φυλῆς Ἐφραῒμ ὁ δοῦλος Σολομῶνος, προφητεύει δὲ ἔτι Ἀχίας ὁ Σηλωνίτης καὶ Σαμαίας υἱὸς Αἰλὰμ καὶ ὁ ἐξ Ἰούδα ἀπελθὼν ἐπὶ Ἱεροβοὰμ καὶ προφητεύσας ἐπὶ τοῦ θυσιαστηρίου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme