Book 1
21.115
μετὰ τοῦτον βασιλεύει Ἀβιοὺμ υἱὸς αὐτοῦ ἔτη εἴκοσι τρία, καὶ ὁμοίως ὁ τούτου υἱὸς Ἄσα μά· οὗτος ἐπὶ γήρως ἐποδάγρησε, προφητεύει δὲ ἐπ’ αὐτοῦ Ἰοὺ υἱὸς Ἀνανίου. μετὰ τοῦτον βασιλεύει Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κέ· ἐπὶ τούτου προφητεύουσιν Ἠλίας ὁ Θεσβίτης καὶ Μιχαίας υἱὸς Ἰεβλᾶ καὶ Ἀβδίας υἱὸς Ἀνανίου. ἐπὶ δὲ Μιχαίου καὶ ψευδοπροφήτης ἦν Σεδεκίας ὁ τοῦ Χαναάν. ἕπεται τούτοις ἡ βασιλεία Ἰωρὰμ τοῦ υἱοῦ Ἰωσαφὰτ ἐπὶ ἔτη ὀκτώ, ἐφ’ οὗ προφητεύει Ἠλίας καὶ μετὰ Ἠλίαν Ἐλισσαῖος ὁ τοῦ Σαφάτ. ἐπὶ τούτου οἱ ἐν Σαμαρείᾳ κόπρον ἔφαγον περιστερᾶς καὶ τὰ τέκνα τὰ ἑαυτῶν. ὁ δὲ χρόνος Ἰωσαφὰτ ἀπὸ τῶν ὑστάτων τῆς τρίτης τῶν Βασιλειῶν ἄχρι τῆς τετάρτης ἐπεκτείνει. ἐπὶ δὲ τοῦ Ἰωρὰμ ἀνελήφθη μὲν Ἠλίας, ἤρξατο δὲ προφητεύειν Ἐλισσαῖος υἱὸς Σαφὰτ ἔτη ἕξ, ὢ ἐτῶν τεσσαράκοντα. εἶτα Ὀχοζίας ἐβασίλευσεν ἔτος ἕν, ἐπὶ τούτου ἔτι προφητεύει Ἐλισσαῖος καὶ δὺν αὐτῷ Ἀβδαδωναῖος.
21.116
μετὰ τοῦτον ἡ μήτηρ Ὀζίου Γοθολία βασιλεύει ἔτη ὀκτώ, κατακτείνασα τὰ τέκνα τοῦ ἀδελφοῦ αὐτῆς· ἐκ γὰρ τοῦ γένους ἦν Ἀχαάβ. ἡ δὲ ἀδελφὴ Ὀζίου Ἰωσαβαία ἐξέκλεψε τὸν υἱὸν Ὀζίου Ἰωὰν καὶ τούτῳ περιέθηκεν ὕστερον τὴν βασιλείαν. ἐπὶ τῆς Γοθολίας ταύτης ἔτι ὁ Ἐλισσαῖος προφητεύει, μεθ’ ἣν βασιλεύει, ὡς προεῖπον, Ἰωὰς ὁ περισωθεὶς ὑπὸ Ἰωσαβαίας τῆς Ἰωδαὲ τοῦ ἀρχιερέως γυναικός, καὶ τὰ πάντα γίνεται ἔτη τεσσαράκοντα. συνάγεται οὖν ἀπὸ Σολομῶνος ἐπὶ Ἐλισσαίου τοῦ προφήτου τελευτήν ἔτη, ὡς μέν τινές φασιν, ἑκατὸν έ, ὡς δὲ ἕτεροι, ἑκατὸν δύο, ὡς δὲ ἡ προκειμένη δηλοῖ χρονογραφία, ἀπὸ βασιλείας τῆς Σολομῶνος ἔτη ἑκατὸν ὀγδοήκοντα ἕν.