Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

21.130 ὅθεν ἀναμφιλέκτως τῆς τῶν προειρημένων προφητῶν ἡλικίας σὺν καὶ τοῖς ἑπτὰ λεγομένοις σοφοῖς προγενεστέρα ἂν εἴη ἡ ὀλυμπιὰς ἡ πρώτη, ἣ καὶ ὑστέρα τῶν Ἰλιακῶν δείκνυται ἔτεσι τετρακοσίοις ἑπτά. ῥᾴδιον τοίνυν συνιδεῖν Σολομῶνα τὸν κατὰ Μενέλαον γενόμενον (ὃ δὲ κατὰ Ἰλιακα) ἦν’ πολλοῖς ἔτεσι πρεσβύτερον τῶν παρ’ Ἕλλησι σοφῶν. τούτου δ’ αὖ ὁπόσοις ἔτεσι Μωυσῆς προτερεῖ, ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται. Ἀλέξανδρος δὲ ὁ Πολυίστωρ ἐπικληθεὶς ἐν τῷ περὶ Ἰουδαίων συγγράμματι ἀνέγραψέν τινας ἐπιστολὰς Σολομῶνος μὲν τε Οὐάφρην τὸν Αἰγύπτου βασιλέα πρός τε τὸν Φοινίκης Τυρίων τάς τε αὐτῶν πρὸς Σολομῶντα, καθ’ ἃς δείκνυται ὁ μὲν Οὐάφρης ὀκτὼ μυριάδας ἀνδρῶν Αἰγυπτίων ἀπεσταλκέναι αὐτῷ εἰς οἰκοδομὴν τοῦ νεώ, ἅτερος δὲ τὰς ἴσας σὺν ἀρχιτέκτονι Τυρίῳ ἐκ μητρὸς Ἰουδαίας ἐκ τῆς φυλῆς Δαβίδ, ὡς ἐκεῖ γέγραπται, Ὑπέρων τοὔνομα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme