Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

1.12 καὶ εὖ οἶδ’ ὅτι ἀγαλλιάσονται, οὐχὶ τῇ ἐκφράσει ἡσθέντες λέγω τῇδε, μόνῃ δὲ τῇ κατὰ τὴν ὑποσημείωσιν τηρήσει. ποθούσης γὰρ οἶμαι ψυχῆς τὴν μακαρίαν παράδοσιν ἀδιάδραστον φυλάττειν ἡ τοιάδε ὑποτύπωσις· ἀνδρὸς δὲ φιλοῦντος σοφίαν εὐφρανθήσεται πατήρ. τὰ φρέατα ἐξαντλούμενα διειδέστερον ὕδωρ ἀναδίδωσι, τρέπεται δὲ εἰς φθορὰν ὧν μεταλαμβάνει οὐδείς. καὶ τὸν σίδηρον ἡ χρῆσις καθαρώτερον φυλάσσει, ἡ δὲ ἀχρηστία ἰοῦ τούτῳ γεννητική. συνελόντι γὰρ φάναι ἡ συγγυμνασία ἕξιν ἐμποιεῖ ὑγιεινὴν καὶ πνεύμασι καὶ σώμασιν. οὐδεὶς ἅπτει λύχνον καὶ ὑπὸ τὸν μόδιον τίθησιν, ἀλλ’ ἐπὶ τῆς λυχνίας φαίνει τοῖς τῆς ἑστιάσεως τῆς αὐτῆς κατηξιωμένοις. τί γὰρ ὄφελος σοφίας μὴ σοφιζούσης τὸν οἷόν τε ἐπαΐειν; ἔτι τε καὶ ὁ σωτὴρ σῴζει αἰεὶ καὶ αἰεὶ ἐργάζεται, ὡς βλέπει τὸν πατέρα. διδάσκων τις μανθάνει πλεῖον καὶ λέγων συνακροᾶται πολλάκις τοῖς ἐπακούουσιν αὐτοῦ· εἷς γὰρ ὁ διδάσκαλος καὶ τοῦ λέγοντος καὶ τοῦ ἀκροωμένου, ὁ ἐπιπηγάζων καὶ τὸν νοῦν καὶ τὸν λόγον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme