Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

21.132 Καὶ ταῦτα μὲν προήχθημεν εἰπεῖν, ὅτι μάλιστα ἐν τοῖς πάνυ παλαιοῖς τοὺς τοῦ Κύκλου ποιητὰς τιθέασιν. ἤδη δὲ καὶ παρ’ Ἕλλησι χρησμολόγοι συχνοὶ γεγονέναι φέρονται, ὡς οἱ Βάκιδες (ὃ μὲν Βοιώτιος, ὃ δὲ Ἀρκάς), πολλὰ πολλοῖς προαγορεύσαντες. τῇ δὲ τοῦ Ἀθηναίου Ἀμφιλύτου συμβουλῇ καὶ Πεισίστρατος ἐκράτυνε τὴν τυραννίδα τὸν καιρὸν τῆς ἐπιθέσεως δηλώσαντος. σιγάσθω γὰρ Κομήτης ὁ Κρής, Κινύρας ὁ Κύπριος, Ἄδμητος ὁ Θετταλός, Ἀρισταῖος ὁ Κυρηναῖος, Ἀμφιάραος ὁ Ἀθηναῖος, Τιμόξενος ὁ Κερκυραῖος, Δημαίνετος ὁ Φωκαεύς, Ἐπιγένης ὁ Θεσπιεύς, Νικίας ὁ Καρύστιος, Ἀρίστων ὁ Θετταλός, Διονύσιος ὁ Καρχηδόνιος, Κλεοφῶν ὁ Κορίνθιος, Ἱππώ τε ἡ Χείρωνος καὶ Βοιὼ καὶ Μαντὼ καὶ τῶν Σιβυλλῶν τὸ πλῆθος, ἡ Σαμία ἡ Κολοφωνία ἡ Κυμαία ἡ Ἐρυθραία ἡ Φυτὼ ἡ Ταραξάνδρα ἡ Μακέτις ἡ Θετταλὴ Θεσπρωτίς, Κάλχας τε αὖ καὶ Μόψος, οἳ κατὰ τὰ Τρωϊκὰ γεγόνασι, πρεσβύτερος δὲ ὁ Μόψος, ὡς ἂν συμπλεύσας τοῖς Ἀργοναύταις.
21.133 φασὶ δὲ τὴν Μόψου καλουμένην Μαντικὴν συντάξαι τὸν Κυρηναῖον Βάττον, Δωρόθεός τε ἐν τῷ πρώτῳ πανδέκτῃ ἀλκυόνος καὶ κορώνης ἐπακοῦσαι τὸν Μόψον ἱστορεῖ. προγνώσει δὲ καὶ Πυθαγόρας ὁ μέγας προσανεῖχεν αἰεὶ Ἄβαρίς τε ὁ Ὑπερβόρειος καὶ Ἀριστέας ὁ Προκοννήσιος Ἐπιμενίδης τε ὁ Κρής, ὅστις εἰς Σπάρτην ἀφίκετο, καὶ Ζωροάστρης ὁ Μῆδος Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος καὶ Φορμίων ὁ Λάκων, ναὶ μὴν Πολυάρατος ὁ Θάσιος Ἐμπεδότιμός τε ὁ Συρακούσιος ἐπί τε τούτοις Σωκράτης ὁ Ἀθηναῖος μάλιστα· ἔστι γάρ μοι, φησὶν ἐν τῷ Θεάγει, ἐκ παιδὸς ἀρξάμενον θείᾳ μοίρᾳ παραγινόμενον δαιμόνιον σημεῖον, τοῦτο δέ ἐστι φωνή, ἣ ὅταν γένηται, ἐπίσχει τοῦτο ὃ μέλλω πράττειν, προτρέπει δὲ οὐδέποτε. Ἐξήκεστός τε ὁ Φωκέων τύραννος δύο δακτυλίους φορῶν γεγοητευμένους τῷ ψόφῳ τῷ πρὸς ἀλλήλους διῃσθάνετο τοὺς καιροὺς τῶν πράξεων, ἀπέθανεν δὲ ὅμως δολοφονηθείς, καίτοι προσημήναντος τοῦ ψόφου, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ Φωκέων πολιτείᾳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme