Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 2

4.18 ἀλλὰ καὶ Πλάτων ὁ φιλόσοφος ἐν τοῖς Νόμοις τὸν μέλλοντα μακάριόν τε καὶ εὐδαίμονα γενέσθαι τῆς ἀληθείας ἐξ ἀρχῆς εὐθὺς εἶναι μέτοχον χρῆναι φησίν, ἵν’ ὡς πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιῴη· πιστὸς γάρ. ὃ δὲ ἄπιστος, ᾧ φίλον ψεῦδος ἑκούσιον· ὅτῳ δὲ ἀκούσιον, ἄνους· ὧν οὐ ζῷον οὐδέτερον οὖν ζηλωτόν· ἄφιλος γὰρ πᾶς ὅ γε ἄπιστος καὶ ἀμαθής. καὶ μή τι ταύτην σοφίαν βασιλικὴν ἐν Εὐθυδήμῳ ἐπικεκρυμμένως λέγει. ἐν γοῦν τῷ Πολιτικῷ πρὸς λέξιν φησίν· ὥστε ἡ τοῦ ἀληθινοῦ βασιλέως ἐπιστήμη βασιλική, καὶ ὁ ταύτην κεκτημένος, ἐάν τε ἄρχων ἐάν τε ἰδιώτης ὢν τυγχάνῃ, πάντως κατά γε τὴν τέχνην αὐτὴν βασιλικὸς ὀρθῶς προσαγορευθήσεται. αὐτίκα οἱ εἰς τὸν Χριστὸν πεπιστευκότες χρηστοί τε εἰσὶ καὶ λέγονται, ὡς τῷ ὄντι βασιλικοὶ οἱ βασιλεῖ μεμελημένοι. ὡς γὰρ οἱ σοφοὶ σοφίᾳ εἰσὶ σοφοὶ καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι. οὕτως οἱ Χριστῷ βασιλεῖ βασιλικοὶ Χριστοῦ οἱ Χριστιανοί. εἶθ’ ὑποβὰς ἐπιφέρει σαφῶς· τὸ μὲν ὀρθὸν ἂν εἴη νόμιμον καὶ νόμος φύσει ὢν ὁ λόγος ὁ ὀρθὸς καὶ οὐκ ἐν γράμμασιν οὐδὲ ἑτέροις. ὅ τε Ἐλεάτης ξένος τὸν βασιλικὸν καὶ πολιτικὸν ἄνδρα νόμον ἔμψυχον ἀποφαίνεται.
4.19 τοιοῦτος δὲ ὁ πληρῶν μὲν τὸν νόμον, ποιῶν δὲ τὸ θέλημα τοῦ πατρός, ἀναγεγραμμένος δὲ ἄντικρυς ἐπὶ ξύλου τινὸς ὑψηλοῦ παράδειγμα θείας ἀρετῆς τοῖς διορᾶν δυναμένοις ἐκκείμενος. ἴσασι δὲ Ἕλληνες τὰς τῶν ἐν Λακεδαίμονι ἐφόρων σκυτάλας νόμῳ ἐπὶ ξύλων ἀναγεγραμμένας· ὁ δὲ ἐμὸς νόμος, ὡς προείρηται, βασιλικός τέ ἐστι καὶ ἔμψυχος καὶ λόγος ὁ ὀρθός· νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων,
4.19 ὡς ὁ Βοιώτιος ᾄδει Πίνδαρος. Σπεύσιππος γὰρ ἐν τῷ πρὸς Κλεοφῶντα πρώτῳ τὰ ὅμοια τῷ Πλάτωνι ἔοικε διὰ τούτου γράφειν· εἰ γὰρ ἡ βασιλεία σπουδαῖον ὅ τε σοφὸς μόνος βασιλεὺς καὶ ἄρχων, ὁ νόμος λόγος ὢν ὀρθὸς σπουδαῖος· ἃ καὶ ἔστιν. τούτοις ἀκόλουθα οἱ Στωϊκοὶ φιλόσοφοι δογματίζουσιν, βασιλείαν, ἱερωσύνην, προφητείαν, νομοθετικήν, πλοῦτον, κάλλος ἀληθινόν, εὐγένειαν, ἐλευθερίαν μόνῳ προσάπτοντες τῷ ὃ δὲ δυσεύρετος πάνυ σφόδρα καὶ πρὸς αὐτῶν ὁμολογεῖται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme