Book 2
5.22
τίς δ’ ἂν τούτου εὐγενέστερος, οὗ μόνος πατὴρ ὁ θεός; φέρε φὴ καὶ Πλάτωνα τοῖς αὐτοῖς ἐπιβάλλοντα παραστησώμεθα δόγμασιν· πλούσιον μὲν τὸν σοφὸν εἴρηκεν ἐν τῷ Φαίδρῳ, ὦ φίλε Πὰν λέγων καὶ ὅσοι ἄλλοι τῇδε θεοί, δοίητέ μοι καλῷ γενέσθαι τἄνδοθεν· ἔξωθεν δὲ ὅσα ἔχω, τοῖς ἐντὸς εἷναί μοι φίλα πλούσιον δὲ νομίζοιμι τὸν σοφόν. καταμεμφόμενος δὲ ὁ Ἀθηναῖος ξένος τῶν οἰομένων πλουσίους εἶναι τοὺς πολλὰ κεκτημένους χρήματα ὧδε λέγει· πλουσίους δ’ αὖ σφόδρα εἶναι καὶ ἀγαθοὺς ἀδύνατον, οὕς γε δὴ πλουσίους οἱ πολλοὶ καταλέγουσι· λέγουσι δὲ τοὺς κεκτημένους ἐν ὀλίγοις τῶν ἀνθρώπων πλείστου νομίσματος ἄξια κτήματα, ἃ καὶ κακός τις κέκτηται. τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, ὁ Σολομὼν λέγει, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. πειστέον οὖν πολλῷ μᾶλλον τῇ γραφῇ λεγούσῃ θᾶττον κάμηλον διὰ τρυπήματος βελόνης διελεύσεσθαι ἢ πλούσιον φιλοσοφεῖν· μακαρίζει δ’ ἔμπαλιν τοὺς πένητας, ὡς συνῆκεν Πλάτων λέγων· πενίαν δὲ ἡγητέον οὐ τὸ τὴν οὐσίαν ἐλάττω ποιεῖν, ἀλλὰ τὸ τὴν ἀπληστίαν πλείω. οὐ γάρ ποτε ἡ ὀλιγοχρηματία, ἀλλ’ ἡ ἀπληστία, ἧς φροῦδος ὁ ἀγαθὸς ὢν καὶ πλούσιός γ’ ἂν εἴη. ἐν τε τῷ Ἀλκιβιάδῃ δουλοπρεπὲς μὲν τὴν κακίαν προσαγορεύει, ἐλευθεροπρεπὲς δὲ τὴν ἀρετήν. ἄρατε, φησίν, ἀφ’ ὑμῶν τὸν βαρὺν ζυγὸν καὶ λάβετε τὸν πρᾶον, ἡ γραφή φησι, καθάπερ καὶ οἱ ποιηταὶ δούλειον καλοῦσι ζυγόν. καὶ τὸ ἐπράθητε ταῖς ἁμαρτίαις ὑμῶν τοῖς προειρημένοις συνᾴδει. πᾶς μὲν οὖν ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν. ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. ἐὰν δὲ ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεύθεροι ἔσεσθε, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. καλὸν δ’ αὖ εἶναι τὸν σοφὸν ὁ Ἀθηναῖος ὡδὶ λέγει· ὡς εἴ τις διισχυρίζοιτο εἶναι τοὺς δικαίους, ἄν καὶ τυγχάνωσιν ὄντες αἰσχροὶ τὰ σώματα, κατά γε τὸ δικαιότατον ἦθος ταύτῃ παγκάλους εἶναι, σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημμελῶς δόξειεν λέγειν· καὶ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἦν ἡ προφητεία προηγόρευσεν. Πλάτων δὲ βασιλέα τὸν σοφόν εἴρηκεν ἐν τῷ Πολιτικῷ, καὶ πρόκειται ἡ λέξις.