Book 2
6.28
τίς δ’ ἂν εἴη δυνατώτερος θεοῦ; ἡ δὲ ἀπιστία ὑπόληψις τοῦ ἀντικειμένου ἀσθενὴς ἀποφατική, καθάπερ ἡ δυσπιστία ἕξις δυσπαράδεκτος πίστεως. καὶ ἡ μὲν πίστις ὑπόληψις ἑκούσιος καὶ πρόληψις εὐγνώμων πρὸ καταλήψεως, προσδοκία δὲ δόξα μέλλοντος· ἡ δὲ τῶν ἄλλων προσδοκία δόξα ἀδήλου· πεποίθησις δὲ διάληψις βεβαία περί τινος. διὸ πιστεύομεν, ᾧ ἂν πεποιθότες ὦμεν, εἰς δόξαν θείαν καὶ σωτηρίαν· πεποίθαμεν δὲ τῷ μόνῳ θεῷ, ὃν γινώσκομεν ὅτι οὐ παραβήσεται τὰ καλῶς ἡμῖν ἐπηγγελμένα καὶ διὰ ταῦτα δεδημιουργημένα καὶ δεδωρημένα ὑπ’ αὐτοῦ ἡμῖν εὐνοϊκῶς. εὔνοια δέ ἐστι βούλησις ἀγαθῶν ἑτέρῳ ἕνεκεν αὐτοῦ ἐκείνου. ὃ μὲν γάρ ἐστιν ἀνενδεής· εἰς ἡμᾶς δὲ ἡ εὐεργεσία καὶ ἡ παρὰ τοῦ κυρίου εὐμένεια καταλήγει, εὔνοια θεία οὖσα καὶ εὔνοια πρὸς τὸ εὖ ποιεῖν οὖσα. εἰ δὲ τῷ Ἀβραὰμ πιστεύσαντι ἐλογίσθη εἰς δικαιοσύνην, σπέρμα δὲ Ἀβραὰμ ἡμεῖς δἰ ἀκοῆς, καὶ ἡμῖν πιστευτέον. Ἰσραηλῖται γὰρ ἡμεῖς οἱ μὴ διὰ σημείων, δἰ ἀκοῆς δὲ εὐπειθεῖς. διὰ τοῦτο εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, φησίν, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ἐβίωσας εἰς τὸ περίφραγμα τοῦ λαοῦ, ἐνευλογήθησαν τὰ τέκνα σου εἰς τὰς σκηνὰς τῶν πατέρων. εἰ δὲ αἱ αὐταὶ αἱ μοναὶ ὑπὸ τῆς προφητείας ἡμῖν τε αὖ καὶ τοῖς πατριάρχαις καταγγέλλονται, εἶς ἀμφοῖν ταῖν διαθήκαιν δείκνυται ὁ θεός.