Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 2

6.29 ἐπιφέρει γοῦν σαφέστερον· ἐκληρονόμησας τὴν διαθήκην τοῦ Ἰσραήλ, τῇ ἐξ ἐθνῶν κλήσει λέγων, τῇ στείρᾳ ποτὲ τούτου τοῦ ἀνδρός, ὅς ἐστιν ὁ λόγος, τῇ ἐρήμῳ πρότερον τοῦ νυμφίου. ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται, τῆς κατὰ τὴν διαθήκην καὶ τὰς ἐντολάς, ἐπειδὴ δύο αὗται ὀνόματι καὶ χρόνῳ, καθ’ ἡλικίαν καὶ προκοπὴν οἰκονομικῶς δεδομέναι, δυνάμει μία οὖσαι, ἣ μὲν παλαιά, ἣ δὲ καινή, διὰ υἱοῦ παρ’ ἑνὸς θεοῦ χορηγοῦνται. ᾗ καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ λέγει· δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, τὴν μίαν τὴν ἐκ προφητείας εἰς εὐαγγέλιον τετελειωμένην δἰ ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου διδάσκων σωτηρίαν. ταύτην, ἔφη, παρατίθεμαί σοι τὴν παραγγελίαν, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύσῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν, ὅτι τὴν θεόθεν ἥκουσαν συνείδησιν ἀπιστίᾳ κατεμίαναν.
6.30 οὔκουν † ἔτ’ εἰκότως πρόχειρον τὴν πίστιν διαβλητέον ὡς εὔκολόν τε καὶ πάνδημον καὶ προσέτι τῶν τυχόντων. εἰ γὰρ ἀνθρώπινον ἦν τὸ ἐπιτήδευμα, ὡς Ἕλληνες ὑπέλαβον, κἂν ἀπέσβη· ἣ δὲ αὔξει καὶ οὐκ ἔστιν ἔνθα οὐκ ἔστιν. φημὶ τοίνυν τὴν πίστιν, εἴτε ὑπὸ ἀγάπης ἐθεμελιώθη εἴτε καὶ ὑπὸ φόβου, ᾗ φασιν οἱ κατήγοροι, θεῖόν τι εἶναι, μήτε ὑπὸ ἄλλης φιλίας κοσμικῆς διασπωμένην μήτε ὑπὸ φόβου παρόντος διαλυομένην. ἡ μὲν γὰρ ἀγάπη τῇ πρὸς τὴν πίστιν φιλίᾳ τοὺς πιστοὺς ποιεῖ, ἡ δὲ πίστις ἕδρασμα ἀγάπης ἀντεπάγουσα τὴν εὐποιίαν, ὅτε καὶ ὁ τοῦ νόμου παιδαγωγὸς φόβος ἀφ’ ὧν πιστεύεται. καὶ φόβος εἶναι πιστεύεται. εἰ γὰρ ἐν τῷ ἐνεργεῖν τὸ εἶναι δείκνυται. ὃ δὲ μέλλων καὶ ἀπειλῶν, οὐχὶ δὲ ἐνεργῶν καὶ παρών, πιστεύεται καὶ τὸ εἶναι πιστευόμενος οὐκ αὐτὸς τῆς πίστεως γεννητικός, ὅ γε πρὸς αὐτῆς ἀξιόπιστος εἶναι δοκιμασθείς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme