Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 2

15.62 Τὸ δ’ ἑκούσιον ἢ τὸ κατ’ ὄρεξίν ἐστιν ἢ τὸ κατὰ προαίρεσιν ἢ τὸ κατὰ διάνοιαν. αὐτίκα παράκειταί πως ταῦτα ἀλλήλοις, ἁμάρτημα, ἀτύχημα, ἀδίκημα. καὶ ἔστιν ἁμάρτημα μὲν φέρε εἰπεῖν τὸ τρυφητικῶς καὶ ἀσελγῶς βιοῦν, ἀτύχημα δὲ τὸ φίλον ὡς πολέμιον ὑπ’ ἀγνοίας βαλεῖν, ἀδίκημα δὲ ἡ τυμβωρυχία ἢ ἡ ἱεροσυλία. τὸ δὲ ἁμαρτάνειν ἐκ τοῦ ἀγνοεῖν κρίνειν ὅ τι χρὴ ποιεῖν συνίσταται, ἢ τοῦ ἀδυνατεῖν ποιεῖν, ὥσπερ ἀμέλει καὶ βόθρῳ περιπίπτει τις ἤτοι ἀγνοήσας ἢ ἀδυνατήσας ὑπερβῆναι δἰ ἀσθένειαν σώματος. ἀλλ’ ἐφ’ ἡμῖν γε ἥ τε πρὸς τὴν παιδείαν ἡμῶν παράστασις ἥ τε πρὸς τὰς ἐντολὰς ὑπακοή.
15.63 ὧν εἰ μὴ μετέχειν βουληθείημεν θυμῷ τε καὶ ἐπιθυμίᾳ ἐκδότους σφᾶς αὐτοὺς ἐπιδόντες, ἁμαρτησόμεθα, μᾶλλον δὲ ἀδικήσομεν τὴν ἑαυτῶν ψυχήν. ὁ μὲν γὰρ Λάιος ἐκεῖνος κατὰ τὴν τραγῳδίαν φησίν· λέληθεν δέ με οὐθὲν τῶνδε ὧν σὺ νουθετεῖς, γνώμην δ’ ἔχοντά με ἡ φύσις βιάζεται· τουτέστι τὸ ἔκδοτον γεγενῆσθαι τῷ πάθει. ἡ Μήδεια δὲ καὶ αὐτὴ ὁμοίως ἐπὶ τῆς σκηνῆς βοᾷ· καὶ μανθάνω μὲν οἶα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων. ἀλλ’ οὐδὲ Αἴας σιωπᾷ, μέλλων δὲ ἑαυτὸν ἀποσφάττειν κέκραγεν· οὐδὲν οὖν ἦν πῆμα ἐλευθέρου ψυχὴν δάκνον οὕτως ἀνδρὸς ὡς ἀτιμία· οὕτως πέπονθα καί με † συμφοροῦσα βαθεῖα κηλὶς ἐκ βυθῶν ἀναστρέφει λύσσης πικροῖς κέντροισιν ἠρεθισμένον.
15.64 τούτους μὲν οὖν ὁ θυμός, μυρίους δὲ ἄλλους ἡ ἐπιθυμία τραγῳδεῖ, τὴν Φαίδραν, τὴν Ἄνθειαν, τὴν Ἐριφύλην, ἥ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. τὸν γὰρ κωμικὸν ἐκεῖνον Θρασωνίδην ἄλλη σκηνὴ παιδισκάριόν με φησὶν εὐτελὲς καταδεδούλωκεν.
15.64 Ἀτύχημα μὲν οὖν παράλογός ἐστιν ἁμαρτία, ἡ δὲ ἁμαρτία ἀκούσιος ἀδικία, ἀδικία δὲ ἑκούσιος κακία. ἔστιν οὖν ἡ μὲν ἁμαρτία ἐμὸν ἀκούσιον. διὸ δαί φησιν· ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν, τοῖς ἤδη πεπιστευκόσι λέγων, ὅτι τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. ἀτυχία δέ ἐστιν ἄλλου εἰς ἐμὲ πρᾶξις ἀκούσιος, ἡ δὲ ἀδικία μόνη εὑρίσκεται ἑκούσιος εἴτε ἐμὴ εἴτε ἄλλου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme