Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 2

2.8 μὴ δὴ ὑπερεκχείσθω σοι ὕδατα ἔξω πηγῆς σου, εἰς δὲ σὰς πλατείας διαπορευέσθω σὰ ὕδατα. οὐ γὰρ φρονέουσι τοιαῦτα οἱ πολλοὶ ὁκοίοισ’ ἐγκυρέουσιν οὐδὲ μαθόντες γινώσκουσι, ἑωυτοῖσι δὲ δοκέουσι, κατὰ τὸν γενναῖον Ἡράκλειτον. ἆρ’ οὐ δοκεῖ σοι καὶ οὗτος τοὺς μὴ πιστεύοντας ψέγειν; ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται, ὁ προφήτης εἴρηκεν. λέγει δὲ καὶ ἄλλος προφήτης· ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. πῶς γὰρ τούτων ὑπερφυᾶ θεωρίαν χωρήσαι ποτ’ ἂν ψυχὴ διαμαχομένης ἔνδον τῆς περὶ τὴν μάθησιν ἀπιστίας; πίστις δέ, ἣν διαβάλλουσι κενὴν καὶ βάρβαρον νομίζοντες Ἕλληνες, πρόληψις ἑκούσιός ἐστι, θεοσεβείας συγκατάθεσις, ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων, κατὰ τὸν θεῖον ἀπόστολον· ταύτῃ γὰρ μάλιστα ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι· χωρὶς δὲ πίστεως ἀδύνατόν ἐστιν εὐαρεστῆσαι θεῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme