Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 2

18.89 ὁρᾷς φιλανθρωπίαν μετ’ ἐγκρατείας; τῷ ἐρῶντι κυρίῳ τῆς αἰχμαλώτου γεγονότι οὐκ ἐπιτρέπει χαρίζεσθαι τῇ ἡδονῇ, ἀνακόπτει δὲ τὴν ἐπιθυμίαν διαστήματι μεμετρημένῳ καὶ προσέτι ἀποκείρει τῆς αἰχμαλώτου καὶ τὰς τρίχας, ἵνα τὸν ἐφύβριστον δυσωπήσῃ ἔρωτα· εἰ γὰρ λογισμὸς ἀναπείθει γῆμαι, καὶ γενομένης αἰσχρᾶς ἀνθέξεται. ἔπειτα ἐάν τις τῆς ἐπιθυμίας κατάκορος γενόμενος μηκέτι κοινωνεῖν τῇ αἰχμαλώτῳ καταξιώσῃ, μηδὲ πιπράσκειν ταύτην ἐξεῖναι διατάττεται, ἀλλὰ μηδὲ ἔτι θεράπαιναν ἔχειν, ἐλευθέραν δὲ εἶναι καὶ τῆς οἰκετίας ἀπαλλάττεσθαι βούλεται, ὡς μὴ γυναικὸς ἑτέρας ἐπεισελθούσης πάθῃ τι τῶν κατὰ ζηλοτυπίαν ἀνηκέστων.
18.90 Τί δέ; καὶ ἐχθρῶν ὑποζύγια ἀχθοφοροῦντα συνεπικουφίζειν καὶ συνεγείρειν προστάσσει πόρρωθεν διδάσκων ἡμᾶς ὁ κύριος ἐπιχαιρεκακίαν μὴ ἀσπάζεσθαι μηδὲ ἐφήδεσθαι τοῖς ἐχθροῖς, ἵνα τούτοις ἐγγυμνασαμένους ὑπὲρ τῶν ἐχθρῶν προσεύχεσθαι διδάξῃ. οὔτε γὰρ φθονεῖν καὶ ἐπὶ τοῖς τοῦ πέλας ἀγαθοῖς λυπεῖσθαι προσῆκεν οὐδὲ μὴν ἐπὶ τοῖς τοῦ πλησίον κακοῖς ἡδονὴν καρποῦσθαι. κἂν πλανώμενον μέντοι, φησίν, ἐχθροῦ τινος ὑποζύγιον εὕρῃς, τὰ τῆς διαφορᾶς παραλιπὼν ὑπεκκαύματα ἀπαγαγὼν ἀπόδος. τῇ γὰρ ἀμνηστίᾳ ἕπεται ἡ καλοκἀγαθία, καὶ ταύτῃ ἡ τῆς ἔχθρας διάλυσις. ἐντεῦθεν εἰς ὁμόνοιαν καταρτιζόμεθα, ἣ δὲ εἰς εὐδαιμονίαν χειραγωγεῖ. κἄν τινα ἐξ ἔθους ἐχθρὸν ὑπολάβῃς, παραλογιζόμενον δὲ τοῦτον ἀλόγως ἤτοι ἐπιθυμίᾳ ἢ καὶ θυμῷ καταλάβῃς, ἐπίστρεψον αὐτὸν εἰς καλοκἀγαθίαν.
18.91 Ἆρα ἤδη καταφαίνεται φιλάνθρωπος καὶ χρηστὸς ὁ νόμος, ὁ εἰς Χριστὸν παιδαγωγῶν, θεός τε ὁ αὐτὸς ἀγαθὸς μετὰ δικαιοσύνης, ἀπ’ ἀρχῆς εἰς τέλος ἑκάστῳ γένει προσφυῶς εἰς σωτηρίαν κεχρημένος; ἐλεᾶτε, φησὶν ὁ κύριος, ἵνα ἐλεηθῆτε· ἀφίετε, ἵνα ἀφεθῇ ὑμῖν· ὡς ποιεῖτε, οὕτως ποιηθήσεται ὑμῖν· ὡς δίδοτε, οὕτως δοθήσεται ὑμῖν· ὡς κρίνετε, οὕτως κριθήσεσθε· ὡς χρηστεύεσθε, οὕτως χρηστευθήσεται ὑμῖν· ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme