Book 2
20.103
Ἥ γε μὴν καρτερία καὶ αὐτὴ εἰς τὴν θείαν ἐξομοίωσιν βιάζεται δἰ ὑπομονῆς ἀπάθειαν καρπουμένη, εἴ τῳ ἔναυλα τὰ ἐπὶ τῶν περὶ τὸν Ἀνανίαν ἱστορούμενα, ὧν εἷς καὶ Δανιὴλ ὁ προφήτης ἦν, θείας πίστεως πεπληρωμένος. Βαβυλῶνα ᾤκει Δανιήλ, καθάπερ ὁ μὲν Λὼτ τὰ Σόδομα, τὴν Χαλδαίων δὲ γῆν ὁ Ἀβραὰμ ὁ μετ’ ὀλίγον φίλος τοῦ θεοῦ. κατήγαγεν οὖν εἰς ὄρυγμα θηρίων ἔμπλεων τὸν Δανιὴλ ὁ Βαβυλωνίων βασιλεύς, ἀνήγαγε δὲ αὐτὸν ἀβλαβῆ ὁ ἁπάντων βασιλεὺς ὁ πιστὸς κύριος. ταύτην κτήσεται τὴν ὑπομονὴν ὁ γνωστικὸς ᾗ γνωστικός, εὐλογήσει πειραζόμενος ὡς ὁ γενναῖος Ἰώβ, ὡς Ἰωνᾶς εὔξεται καταπινόμενος ὑπὸ κήτους,
20.104
καὶ ἡ πίστις αὐτὸν ἀποκαταστήσει Νινευίταις προφητεύοντα· κἂν μετὰ λεόντων καθειρχθῇ, ἡμερώσει τὰ θηρία, κἂν εἰς πῦρ ἐμβληθῇ, δροσισθήσεται, ἀλλ’ οὐκ ἐκπυρωθήσεται· μαρτυρήσει νύκτωρ, μαρτυρήσει μεθ’ ἡμέραν· ἐν λόγῳ, ἐν βίῳ, ἐν τρόπῳ μαρτυρήσει· σύνοικος ὢν τῷ κυρίῳ ὀαριστής τε καὶ συνέστιος κατὰ τὸ πνεῦμα διαμενεῖ, καθαρὸς μὲν τὴν σάρκα, καθαρὸς δὲ τὴν καρδίαν, ἡγιασμένος τὸν λόγον, ὁ κόσμος τούτῳ. φησίν, ἐσταύρωται καὶ αὐτὸς τῷ κόσμῳ. οὗτος τὸν σταυρὸν τοῦ σωτῆρος περιφέρων ἕπεται κυρίῳ μετ’ ἴχνιον ὥστε θεοῖο, ἅγιος ἁγίων γενόμενος.
20.105
Πάσης τοίνυν ἀρετῆς μεμνημένος ὁ θεῖος νόμος ἀλείφει μάλιστα τὸν ἄνθρωπον ἐπὶ τὴν ἐγκράτειαν, θεμέλιον ἀρετῶν κατατιθέμενος ταύτην, καὶ δὴ προπαιδεύει ἡμᾶς εἰς τὴν περιποίησιν τῆς ἐγκρατείας ἀπὸ τῆς τῶν ζῴων χρήσεως, ἀπαγορεύων μεταλαμβάνειν τῶν ὅσα φύσει πίονα καθάπερ τὸ τῶν συῶν γένος εὐσαρκότατον τυγχάνον· τρυφητιῶσι γὰρ ἡ τοιαύτη χρῆσις χορηγεῖται. λέγεται γοῦν τινα τῶν φιλοσοφούντων ἐτυμολογοῦντα τὴν ὗν θῦν εἶναι φάναι. ὡς εἰς θύσιν καὶ σφαγὴν μόνον ἐπιτήδειον· δεδόσθαι γὰρ τῷδε τῷ ζῴῳ ψυχὴν πρὸς οὐδὲν ἕτερον ἢ ἕνεκα τοῦ τὰς σάρκας σφριγᾶν. τῶν τε ἰχθύων ὁμοίως ἀπηγόρευσε μεταλαμβάνειν, στέλλων ἡμῶν τὰς ἐπιθυμίας ἐκείνων οἷς μήτε πτερύγια μήτε λεπίδες εἰσίν· εὐσαρκίᾳ γὰρ καὶ πιότητι τῶν ἄλλων ἰχθύων οὗτοι διαφέρουσιν.