Book 2
22.136
ἕως καὶ τὰ διανοήματα ὑμῶν ἁπὸ τῆς διανοίας μου. ἡμεῖς τοίνυν κατὰ τὸν γενναῖον ἀπόστολον ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. ἐν γὰρ Χριστῷ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δἰ ἀγάπης ἐνεργουμένη. ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἕως κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. τὰ ὅμοια τῷ Παύλῳ καὶ ἡ πανάρετος σοφία λέγει· ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ’ ἐλπίδι πεποιθώς· ἡ γὰρ τῆς ἐλπίδος ἀποκατάστασις ὁμωνύμως ἐλπὶς εἴρηται· διὸ τοῦ κατασκηνώσει τῇ λέξει παγκάλως προσέθηκε τὸ πεποιθώς, δεικνὺς τὸν τοιοῦτον ἀναπεπαῦσθαι ἀπολαβόντα ἣν ἤλπιζεν ἐλπίδα, διὸ καὶ ἐπιφέρει· καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ. ἄντικρυς δὲ ὁ ἀπόστολος ἐν τῇ προτέρᾳ τῶν πρὸς Κορινθίους διαρρήδην φησί· μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ, ἵνα γένηται ἐκεῖνο· εἰ ὑμεῖς ἐμοῦ, ἐγὼ δὲ Χριστοῦ, ὑμεῖς οὖν μιμηταὶ Χριστοῦ γίνεσθε, Χριστὸς δὲ θεοῦ. τὴν ἐξομοίωσιν τοίνυν τῷ θεῷ εἰς ὅσον οἷόν τε ἦν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι σκοπὸν τῆς πίστεως ὑποτίθεται, τέλος δὲ τὴν ἐπὶ τῇ πίστει τῆς ἐπαγγελίας ἀποκατάστασιν. ἐκ τούτων οὖν αἱ πηγαὶ τῶν περὶ τέλους δογματισάντων ἅς προειρήκαμεν βλύζουσιν. ἀλλὰ τούτων μὲν ἅλις
23.137
Ἐπεὶ δὲ ἡδονῇ καὶ ἐπιθυμίᾳ ὑποπίπτειν γάμος δοκεῖ, καὶ περὶ τούτου διαληπτέον. γάμος μὲν οὖν ἐστι σύνοδος ἀνδρὸς καὶ γυναικὸς ἡ πρώτη κατὰ νόμον ἐπὶ γνησίων τέκνων σπορᾷ. ὁ γοῦν κωμικὸς Μένανδρος παίδων (φησὶν) ἐπ’ ἀρότῳ γνησίων δίδωμί σοί γε τὴν ἐμαυτοῦ θυγατέρα. ζητοῦμεν δὲ εἰ γαμητέον, ὅπερ τῶν κατὰ τὸ πρός τί πως ἔχειν ὠνομασμένων ἐστίν. τίνι γὰρ γαμητέον ὅπερ καὶ πῶς ἔχοντι, καὶ τίνα καὶ πῶς ἔχουσαν; οὔτε γὰρ παντὶ γαμητέον οὔτε πάντοτε, ἀλλὰ καὶ κρόνος ἐστὶν ἐν ᾧ καθήκει, καὶ πρόσωπον ᾧ προσήκει, καὶ ἡλικία μέχρι τίνος. οὔτε οὖν παντὶ γαμητέον πᾶσαν οὔτε πάντοτε, ἀλλ’ οὐδὲ παντελῶς καὶ ἀνέδην, ἀλλὰ τῷ πως ἔχοντι καὶ ὁποίαν καὶ ὁπότε δεῖ, καὶ χάριν παίδων καὶ κατὰ πάντα ὁμοίαν καὶ μὴ βίᾳ ἢ ἀνάγκῃ στέργουσαν τὸν ἀγαπῶντα ἄνδρα.