Book 2
4.15
οἱ δὲ ἄπιστοι, ὡς ἔοικεν, ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσιν εἰς γῆν, ταῖς χερσὶν ἀτεχνῶν πέτρας καὶ δρῦς περιλαμβάνοντες κατὰ τὸν Πλάτωνα· τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτ’ εἶναι μόνον, ὃ παρέχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι. οἱ δὲ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν. ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι. ἰδοὺ δή. ποιῶ καινά, ὁ λόγος φησίν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· καινῷ ὀφθαλμῷ, καινῇ ἀκοῇ, καινῇ καρδίᾳ ὅσα ὁρατὰ καὶ ἀκουστὰ καὶ καταληπτὰ διὰ τῆς πίστεως καὶ συνέσεως, πνευματικῶς λεγόντων, ἀκουόντων, πραττόντων τῶν τοῦ κυρίου μαθητῶν. ἔστι γὰρ δόκιμον νόμισμα καὶ ἄλλο κίβδηλον, ὅπερ οὐδὲν ἔλαττον ἀπατᾷ τοὺς ἰδιώτας, οὐ μὴν τοὺς ἀργυραμοιβούς, οἵ ἴσασι μαθόντες τό τε παρακεχαραγμένον καὶ τὸ δόκιμον χωρίζειν καὶ διακρίνειν. οὕτως ὁ ἀργυραμοιβὸς τῷ ἰδιώτῃ τὸ νόμισμα τοῦτο μόνον. ὅτι κίβδηλόν ἐστι, φησί· τὸ δὲ πῶς, πῶς, μόνος ὁ τοῦ τραπεζίτου γνώριμος καὶ ὁ ἐπὶ τοῦτο ἀλειφόμενος μανθάνει. Ἀριστοτέλης δὲ τὸ ἑπόμενον τῇ ἐπιστήμῃ κρῖμα, ὡς ἀληθὲς τόδε τι, πίστιν εἶναί φησι. κυριώτερον οὖν τῆς ἐπιστήμης ἡ πίστις καὶ ἔστιν αὐτῆς κριτήριον.