Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 3

3.18 καὶ πάλιν· οὐκοῦν καὶ ἐνταῦθα ἡ τοῦ φιλοσόφου ψυχὴ μάλιστα ἀτιμάζει τὸ σῶμα καὶ φεύγει ἀπ’ αὐτοῦ, ζητεῖ δὲ αὐτὴ καθ’ αὑτὴν γίνεσθαι. καὶ μή τι συνᾴδει τῷ θείῳ ἀποστόλῳ λέγοντι· ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; εἰ μὴ τὴν ὁμοφροσύνην τῶν εἰς κακίαν ὑποσεσυρμένων σῶμα θανάτου τροπικῶς λέγει. τήν τε συνουσίαν γενέσεως οὖσαν ἀρχὴν καὶ πρὸ τοῦ Μαρκίωνος ἀποστρεφόμενος φαίνεται ἐν τῷ πρώτῳ τῆς Πολιτείας ὁ Πλάτων. ἐπαινῶν γὰρ τὸ γῆρας ἐπιφέρει ὅτι εὖ ἴσθι ὅτι ἔμοιγε, ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι τε καὶ ἡδοναί· τῆς τε τῶν ἀφροδισίων χρήσεως ἐπιμνησθείς· εὐφήμει, ἄνθρωπε, ἀσμενέστατα μέντοι αὐτὸ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποφυγών.
3.19 πάλιν δ’ ἐν τῷ Φαίδωνι τὴν γένεσιν κακίζων γράφει· ὁ μὲν οὖν ἐν ἀπορρήτοις λεγόμενος περὶ αὐτῶν λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσμεν οἱ ἄνθρωποι. καὶ αὖθις· οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι. ἀλλ’ ὅμως οὕτως ἔχων αἴσθεται τῆς διοικήσεως καλῶς ἐχούσης καί φησιν· οὐ δεῖ δὴ ἑαυτὸν ἐκ ταύτης λύειν οὐδὲ ἀποδιδράσκειν. καὶ συνελόντι εἰπεῖν τοῦ κακὴν λογίζεσθαι τὴν ὕλην ἀφορμὴν οὐ παρέσχεν τῷ Μαρκίωνι, εὐσεβῶς αὐτὸς εἰπὼν περὶ τοῦ κόσμου τάδε· παρὰ μὲν γὰρ τοῦ συνθέντος πάντα τὰ καλὰ κέκτηται· παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme